A A A A A
Bible Book List

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:16-22SBL Greek New Testament (SBLGNT)

16 Μικρὸν καὶ [a]οὐκέτι θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ [b]με. 17 εἶπαν οὖν ἐκ τῶν μαθητῶν αὐτοῦ πρὸς ἀλλήλους· Τί ἐστιν τοῦτο ὃ λέγει ἡμῖν· Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με; καί· [c]Ὅτι ὑπάγω πρὸς τὸν πατέρα; 18 ἔλεγον οὖν· [d]Τί ἐστιν τοῦτο ὃ [e]λέγει μικρόν; οὐκ οἴδαμεν τί λαλεῖ. 19 [f]ἔγνω Ἰησοῦς ὅτι ἤθελον αὐτὸν ἐρωτᾶν, καὶ εἶπεν αὐτοῖς· Περὶ τούτου ζητεῖτε μετ’ ἀλλήλων ὅτι εἶπον· Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με; 20 ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι κλαύσετε καὶ θρηνήσετε ὑμεῖς, ὁ δὲ κόσμος χαρήσεται· [g]ὑμεῖς λυπηθήσεσθε, ἀλλ’ ἡ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται. 21 ἡ γυνὴ ὅταν τίκτῃ λύπην ἔχει, ὅτι ἦλθεν ἡ ὥρα αὐτῆς· ὅταν δὲ γεννήσῃ τὸ παιδίον, οὐκέτι μνημονεύει τῆς θλίψεως διὰ τὴν χαρὰν ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον. 22 καὶ ὑμεῖς οὖν [h]νῦν μὲν λύπην ἔχετε· πάλιν δὲ ὄψομαι ὑμᾶς, καὶ χαρήσεται ὑμῶν ἡ καρδία, καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς [i]αἴρει ἀφ’ ὑμῶν.

Footnotes:

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:16 οὐκέτι WH Treg NIV ] οὐ RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:16 με WH Treg NIV ] + ὅτι ὑπάγω πρὸς τὸν πατέρα RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:17 Ὅτι WH Treg NIV ] + Ἐγὼ RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:18 Τί ἐστιν τοῦτο WH Treg NIV ] Τοῦτο τί ἐστιν RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:18 λέγει WH Treg ] + τὸ NIV RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:19 ἔγνω WH Treg ] + ὁ NIV; + οὖν ὁ RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:20 ὑμεῖς WH Treg NIV ] + δὲ RP
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:22 νῦν μὲν λύπην WH Treg NIV ] λύπην μὲν νῦν RP
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:22 αἴρει NIV RP ] ἀρεῖ WH Treg
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes