A A A A A
Bible Book List

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:12-24 SBL Greek New Testament (SBLGNT)

12 Ἔτι πολλὰ ἔχω [a]ὑμῖν λέγειν, ἀλλ’ οὐ δύνασθε βαστάζειν ἄρτι· 13 ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς [b]ἐν τῇ ἀληθείᾳ πάσῃ, οὐ γὰρ λαλήσει ἀφ’ ἑαυτοῦ, ἀλλ’ ὅσα [c]ἀκούσει λαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. 14 ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήμψεται καὶ ἀναγγελεῖ ὑμῖν. 15 πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν· διὰ τοῦτο εἶπον ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει καὶ ἀναγγελεῖ ὑμῖν.

16 Μικρὸν καὶ [d]οὐκέτι θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ [e]με. 17 εἶπαν οὖν ἐκ τῶν μαθητῶν αὐτοῦ πρὸς ἀλλήλους· Τί ἐστιν τοῦτο ὃ λέγει ἡμῖν· Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με; καί· [f]Ὅτι ὑπάγω πρὸς τὸν πατέρα; 18 ἔλεγον οὖν· [g]Τί ἐστιν τοῦτο ὃ [h]λέγει μικρόν; οὐκ οἴδαμεν τί λαλεῖ. 19 [i]ἔγνω Ἰησοῦς ὅτι ἤθελον αὐτὸν ἐρωτᾶν, καὶ εἶπεν αὐτοῖς· Περὶ τούτου ζητεῖτε μετ’ ἀλλήλων ὅτι εἶπον· Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με; 20 ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι κλαύσετε καὶ θρηνήσετε ὑμεῖς, ὁ δὲ κόσμος χαρήσεται· [j]ὑμεῖς λυπηθήσεσθε, ἀλλ’ ἡ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται. 21 ἡ γυνὴ ὅταν τίκτῃ λύπην ἔχει, ὅτι ἦλθεν ἡ ὥρα αὐτῆς· ὅταν δὲ γεννήσῃ τὸ παιδίον, οὐκέτι μνημονεύει τῆς θλίψεως διὰ τὴν χαρὰν ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον. 22 καὶ ὑμεῖς οὖν [k]νῦν μὲν λύπην ἔχετε· πάλιν δὲ ὄψομαι ὑμᾶς, καὶ χαρήσεται ὑμῶν ἡ καρδία, καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς [l]αἴρει ἀφ’ ὑμῶν. 23 καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐμὲ οὐκ ἐρωτήσετε οὐδέν· ἀμὴν ἀμὴν λέγω ὑμῖν, [m]ἄν τι αἰτήσητε τὸν πατέρα [n]δώσει ὑμῖν ἐν τῷ ὀνόματί μου. 24 ἕως ἄρτι οὐκ ᾐτήσατε οὐδὲν ἐν τῷ ὀνόματί μου· αἰτεῖτε καὶ λήμψεσθε, ἵνα ἡ χαρὰ ὑμῶν ᾖ πεπληρωμένη.

Footnotes:

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:12 ὑμῖν λέγειν WH Treg NIV ] λέγειν ὑμῖν RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:13 ἐν τῇ ἀληθείᾳ πάσῃ NIV] εἰς τὴν ἀλήθειαν πᾶσαν WH Treg; εἰς πᾶσαν τὴν ἀλήθειαν RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:13 ἀκούσει Treg NIV ] ἀκούει WH; ἂν ἀκούσῃ RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:16 οὐκέτι WH Treg NIV ] οὐ RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:16 με WH Treg NIV ] + ὅτι ὑπάγω πρὸς τὸν πατέρα RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:17 Ὅτι WH Treg NIV ] + Ἐγὼ RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:18 Τί ἐστιν τοῦτο WH Treg NIV ] Τοῦτο τί ἐστιν RP
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:18 λέγει WH Treg ] + τὸ NIV RP
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:19 ἔγνω WH Treg ] + ὁ NIV; + οὖν ὁ RP
  10. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:20 ὑμεῖς WH Treg NIV ] + δὲ RP
  11. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:22 νῦν μὲν λύπην WH Treg NIV ] λύπην μὲν νῦν RP
  12. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:22 αἴρει NIV RP ] ἀρεῖ WH Treg
  13. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:23 ἄν τι WH Treg NIV ] ὅτι ὅσα ἄν RP
  14. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:23 δώσει ὑμῖν ἐν τῷ ὀνόματί μου WH Treg ] ἐν τῷ ὀνόματί μου δώσει ὑμῖν NIV RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes