A A A A A
Bible Book List

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:5-21 SBL Greek New Testament (SBLGNT)

λέγει αὐτῷ Θωμᾶς· Κύριε, οὐκ οἴδαμεν ποῦ ὑπάγεις· [a]πῶς [b]δυνάμεθα τὴν ὁδὸν εἰδέναι; λέγει αὐτῷ [c]ὁ Ἰησοῦς· Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή· οὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα εἰ μὴ δι’ ἐμοῦ. εἰ [d]ἐγνώκειτέ με, καὶ τὸν πατέρα μου [e]ἂν ᾔδειτε· [f]ἀπ’ ἄρτι γινώσκετε αὐτὸν καὶ ἑωράκατε [g]αὐτόν.

Λέγει αὐτῷ Φίλιππος· Κύριε, δεῖξον ἡμῖν τὸν πατέρα, καὶ ἀρκεῖ ἡμῖν. λέγει αὐτῷ ὁ Ἰησοῦς· [h]Τοσούτῳ χρόνῳ μεθ’ ὑμῶν εἰμι καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; ὁ ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν πατέρα· [i]πῶς σὺ λέγεις· Δεῖξον ἡμῖν τὸν πατέρα; 10 οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί ἐστιν; τὰ ῥήματα ἃ ἐγὼ [j]λέγω ὑμῖν ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ, ὁ δὲ [k]πατὴρ ἐν ἐμοὶ [l]μένων ποιεῖ τὰ ἔργα [m]αὐτοῦ. 11 πιστεύετέ μοι ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί· εἰ δὲ μή, διὰ τὰ ἔργα αὐτὰ [n]πιστεύετε. 12 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμὲ τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει, ὅτι ἐγὼ πρὸς τὸν [o]πατέρα πορεύομαι· 13 καὶ ὅ τι ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου τοῦτο ποιήσω, ἵνα δοξασθῇ ὁ πατὴρ ἐν τῷ υἱῷ· 14 ἐάν τι αἰτήσητέ [p]με ἐν τῷ ὀνόματί μου [q]ἐγὼ ποιήσω.

15 Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς [r]τηρήσετε· 16 κἀγὼ ἐρωτήσω τὸν πατέρα καὶ ἄλλον παράκλητον δώσει ὑμῖν ἵνα [s]ᾖ μεθ’ ὑμῶν εἰς τὸν [t]αἰῶνα, 17 τὸ πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτὸ οὐδὲ [u]γινώσκει· [v]ὑμεῖς γινώσκετε αὐτό, ὅτι παρ’ ὑμῖν μένει καὶ ἐν ὑμῖν [w]ἔσται.

18 Οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς, ἔρχομαι πρὸς ὑμᾶς. 19 ἔτι μικρὸν καὶ ὁ κόσμος με οὐκέτι θεωρεῖ, ὑμεῖς δὲ θεωρεῖτέ με, ὅτι ἐγὼ ζῶ καὶ ὑμεῖς [x]ζήσετε. 20 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ [y]γνώσεσθε ὑμεῖς ὅτι ἐγὼ ἐν τῷ πατρί μου καὶ ὑμεῖς ἐν ἐμοὶ κἀγὼ ἐν ὑμῖν. 21 ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτὰς ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με· ὁ δὲ ἀγαπῶν με ἀγαπηθήσεται ὑπὸ τοῦ πατρός μου, κἀγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν.

Footnotes:

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:5 πῶς WH Treg NIV ] καὶ πῶς RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:5 δυνάμεθα τὴν ὁδὸν εἰδέναι NIV RP ] οἴδαμεν τὴν ὁδὸν WH Treg
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:6 Treg NIV RP ] – WH
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:7 ἐγνώκειτέ WH Treg NIV RP ] ἐγνώκατέ NA
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:7 ἂν ᾔδειτε WH Treg NIV] ἐγνώκειτε ἄν RP; γνώσεσθε NA
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:7 ἀπ᾽ WH Treg ] καὶ ἀπ᾽ NIV RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:7 αὐτόν Treg NIV RP ] – WH
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:9 Τοσούτῳ χρόνῳ NIV ] Τοσοῦτον χρόνον WH Treg RP
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:9 πῶς WH NIV ] καὶ πῶς Treg RP
  10. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:10 λέγω WH Treg NIV ] λαλῶ RP
  11. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:10 πατὴρ WH NIV ] + ὁ Treg RP
  12. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:10 μένων WH Treg NIV ] + αὐτὸς RP
  13. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:10 αὐτοῦ WH Treg NIV ] – RP
  14. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:11 πιστεύετε WH NIV ] + μοι Treg RP
  15. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:12 πατέρα WH Treg NIV ] + μου RP
  16. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:14 με WH NIV RP ] – Treg
  17. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:14 ἐγὼ Treg NIV RP ] τοῦτο WH
  18. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:15 τηρήσετε WH Treg NIV ] τηρήσατε RP
  19. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:16 WH Treg ] – NIV; + μένῃ RP
  20. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:16 αἰῶνα WH Treg RP ] + ᾖ NIV
  21. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:17 γινώσκει WH NIV ] + αὐτό Treg RP
  22. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:17 ὑμεῖς WH NIV ] + δὲ Treg RP
  23. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:17 ἔσται NIV RP ] ἐστίν WH Treg
  24. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:19 ζήσετε WH Treg NIV ] ζήσεσθε RP
  25. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:20 γνώσεσθε ὑμεῖς NIV RP ] ὑμεῖς γνώσεσθε WH Treg
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes