Add parallel Print Page Options

13 Πρὸ δὲ τῆς ἑορτῆς τοῦ πάσχα εἰδὼς ὁ Ἰησοῦς ὅτι [a]ἦλθεν αὐτοῦ ἡ ὥρα ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν πατέρα ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ εἰς τέλος ἠγάπησεν αὐτούς. καὶ δείπνου [b]γινομένου, τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν [c]ἵνα παραδοῖ αὐτὸν Ἰούδας Σίμωνος [d]Ἰσκαριώτου, [e]εἰδὼς ὅτι πάντα [f]ἔδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας, καὶ ὅτι ἀπὸ θεοῦ ἐξῆλθεν καὶ πρὸς τὸν θεὸν ὑπάγει, ἐγείρεται ἐκ τοῦ δείπνου καὶ τίθησιν τὰ ἱμάτια καὶ λαβὼν λέντιον διέζωσεν ἑαυτόν· εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα, καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος. ἔρχεται οὖν πρὸς Σίμωνα Πέτρον. [g]λέγει [h]αὐτῷ· Κύριε, σύ μου νίπτεις τοὺς πόδας; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Ὃ ἐγὼ ποιῶ σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα. λέγει αὐτῷ Πέτρος· Οὐ μὴ νίψῃς [i]μου τοὺς πόδας εἰς τὸν αἰῶνα. ἀπεκρίθη [j]Ἰησοῦς αὐτῷ· Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ. λέγει αὐτῷ Σίμων Πέτρος· Κύριε, μὴ τοὺς πόδας μου μόνον ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν. 10 λέγει αὐτῷ [k]ὁ Ἰησοῦς· Ὁ λελουμένος [l]οὐκ ἔχει χρείαν [m]εἰ μὴ τοὺς πόδας νίψασθαι, ἀλλ’ ἔστιν καθαρὸς ὅλος· καὶ ὑμεῖς καθαροί ἐστε, ἀλλ’ οὐχὶ πάντες. 11 ᾔδει γὰρ τὸν παραδιδόντα αὐτόν· διὰ τοῦτο εἶπεν [n]ὅτι Οὐχὶ πάντες καθαροί ἐστε.

12 Ὅτε οὖν ἔνιψεν τοὺς πόδας αὐτῶν [o]καὶ ἔλαβεν τὰ ἱμάτια αὐτοῦ [p]καὶ ἀνέπεσεν, πάλιν εἶπεν αὐτοῖς· Γινώσκετε τί πεποίηκα ὑμῖν; 13 ὑμεῖς φωνεῖτέ με Ὁ διδάσκαλος καὶ Ὁ κύριος, καὶ καλῶς λέγετε, εἰμὶ γάρ. 14 εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας ὁ κύριος καὶ ὁ διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας· 15 ὑπόδειγμα γὰρ ἔδωκα ὑμῖν ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν καὶ ὑμεῖς ποιῆτε. 16 ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν. 17 εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:1 ἦλθεν WH Treg NIV ] ἐλήλυθεν RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:2 γινομένου WH Treg NIV ] γενομένου RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:2 ἵνα παραδοῖ αὐτὸν Ἰούδας Σίμωνος Ἰσκ. WH Treg NIV] Ἰούδα Σίμωνος Ἰσκ. ἵνα αὐτὸν παραδῷ RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:2 Ἰσκαριώτου NIV RP ] Ἰσκαριώτης WH Treg
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:3 εἰδὼς WH Treg NIV ] + ὁ Ἰησοῦς RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:3 ἔδωκεν WH Treg NIV ] δέδωκεν RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:6 λέγει WH Treg NIV ] καὶ λέγει RP
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:6 αὐτῷ WH NIV ] + ἐκεῖνος Treg RP
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:8 μου τοὺς πόδας WH Treg NIV ] τοὺς πόδας μου RP
  10. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:8 Ἰησοῦς αὐτῷ WH Treg NIV ] αὐτῷ ὁ Ἰησοῦς RP
  11. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:10 Treg NIV RP ] – WH
  12. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:10 οὐκ ἔχει χρείαν WH Treg NIV ] οὐ χρείαν ἔχει RP
  13. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:10 εἰ μὴ WH Treg NIV ] ἢ RP
  14. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:11 ὅτι WH Treg NIV ] – RP
  15. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:12 καὶ WH Treg RP NA ] – NIV
  16. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:12 καὶ ἀνέπεσεν WH Treg NIV ] ἀναπεσὼν RP

13 προ δε της εορτης του πασχα ειδως ο ιησους οτι εληλυθεν αυτου η ωρα ινα μεταβη εκ του κοσμου τουτου προς τον πατερα αγαπησας τους ιδιους τους εν τω κοσμω εις τελος ηγαπησεν αυτους

και δειπνου γενομενου του διαβολου ηδη βεβληκοτος εις την καρδιαν ιουδα σιμωνος ισκαριωτου ινα αυτον παραδω

ειδως ο ιησους οτι παντα δεδωκεν αυτω ο πατηρ εις τας χειρας και οτι απο θεου εξηλθεν και προς τον θεον υπαγει

εγειρεται εκ του δειπνου και τιθησιν τα ιματια και λαβων λεντιον διεζωσεν εαυτον

ειτα βαλλει υδωρ εις τον νιπτηρα και ηρξατο νιπτειν τους ποδας των μαθητων και εκμασσειν τω λεντιω ω ην διεζωσμενος

ερχεται ουν προς σιμωνα πετρον και λεγει αυτω εκεινος κυριε συ μου νιπτεις τους ποδας

απεκριθη ιησους και ειπεν αυτω ο εγω ποιω συ ουκ οιδας αρτι γνωση δε μετα ταυτα

λεγει αυτω πετρος ου μη νιψης τους ποδας μου εις τον αιωνα απεκριθη αυτω ο ιησους εαν μη νιψω σε ουκ εχεις μερος μετ εμου

λεγει αυτω σιμων πετρος κυριε μη τους ποδας μου μονον αλλα και τας χειρας και την κεφαλην

10 λεγει αυτω ο ιησους ο λελουμενος ου χρειαν εχει η τους ποδας νιψασθαι αλλ εστιν καθαρος ολος και υμεις καθαροι εστε αλλ ουχι παντες

11 ηδει γαρ τον παραδιδοντα αυτον δια τουτο ειπεν ουχι παντες καθαροι εστε

12 οτε ουν ενιψεν τους ποδας αυτων και ελαβεν τα ιματια αυτου αναπεσων παλιν ειπεν αυτοις γινωσκετε τι πεποιηκα υμιν

13 υμεις φωνειτε με ο διδασκαλος και ο κυριος και καλως λεγετε ειμι γαρ

14 ει ουν εγω ενιψα υμων τους ποδας ο κυριος και ο διδασκαλος και υμεις οφειλετε αλληλων νιπτειν τους ποδας

15 υποδειγμα γαρ εδωκα υμιν ινα καθως εγω εποιησα υμιν και υμεις ποιητε

16 αμην αμην λεγω υμιν ουκ εστιν δουλος μειζων του κυριου αυτου ουδε αποστολος μειζων του πεμψαντος αυτον

17 ει ταυτα οιδατε μακαριοι εστε εαν ποιητε αυτα

Read full chapter