A A A A A
Bible Book List

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:20-50 SBL Greek New Testament (SBLGNT)

20 Ἦσαν δὲ [a]Ἕλληνές τινες ἐκ τῶν ἀναβαινόντων ἵνα προσκυνήσωσιν ἐν τῇ ἑορτῇ· 21 οὗτοι οὖν προσῆλθον Φιλίππῳ τῷ ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας, καὶ ἠρώτων αὐτὸν λέγοντες· Κύριε, θέλομεν τὸν Ἰησοῦν ἰδεῖν. 22 ἔρχεται [b]ὁ Φίλιππος καὶ λέγει τῷ Ἀνδρέᾳ· [c]ἔρχεται Ἀνδρέας καὶ Φίλιππος [d]καὶ λέγουσιν τῷ Ἰησοῦ. 23 ὁ δὲ Ἰησοῦς [e]ἀποκρίνεται αὐτοῖς λέγων· Ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου. 24 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει. 25 ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ [f]ἀπολλύει αὐτήν, καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. 26 ἐὰν ἐμοί [g]τις διακονῇ ἐμοὶ ἀκολουθείτω, καὶ ὅπου εἰμὶ ἐγὼ ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται· [h]ἐάν τις ἐμοὶ διακονῇ τιμήσει αὐτὸν ὁ πατήρ.

27 Νῦν ἡ ψυχή μου τετάρακται, καὶ τί εἴπω; πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης. ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην. 28 πάτερ, δόξασόν σου τὸ ὄνομα. ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ· Καὶ ἐδόξασα καὶ πάλιν δοξάσω. 29 ὁ οὖν ὄχλος ὁ ἑστὼς καὶ ἀκούσας ἔλεγεν βροντὴν γεγονέναι· ἄλλοι ἔλεγον· Ἄγγελος αὐτῷ λελάληκεν. 30 ἀπεκρίθη [i]Ἰησοῦς καὶ εἶπεν· Οὐ δι’ ἐμὲ [j]ἡ φωνὴ αὕτη γέγονεν ἀλλὰ δι’ ὑμᾶς. 31 νῦν κρίσις ἐστὶν τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω· 32 κἀγὼ [k]ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. 33 τοῦτο δὲ ἔλεγεν σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνῄσκειν. 34 ἀπεκρίθη [l]οὖν αὐτῷ ὁ ὄχλος· Ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου ὅτι ὁ χριστὸς μένει εἰς τὸν αἰῶνα, καὶ πῶς [m]λέγεις σὺ [n]ὅτι δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου; τίς ἐστιν οὗτος ὁ υἱὸς τοῦ ἀνθρώπου; 35 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ἔτι μικρὸν χρόνον τὸ φῶς [o]ἐν ὑμῖν ἐστιν. περιπατεῖτε [p]ὡς τὸ φῶς ἔχετε, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ, καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδεν ποῦ ὑπάγει. 36 [q]ὡς τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε.

Ταῦτα [r]ἐλάλησεν Ἰησοῦς, καὶ ἀπελθὼν ἐκρύβη ἀπ’ αὐτῶν. 37 τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν οὐκ ἐπίστευον εἰς αὐτόν, 38 ἵνα ὁ λόγος Ἠσαΐου τοῦ προφήτου πληρωθῇ ὃν εἶπεν· Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; 39 διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν ὅτι πάλιν εἶπεν Ἠσαΐας· 40 Τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ [s]ἐπώρωσεν αὐτῶν τὴν καρδίαν, ἵνα μὴ ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ νοήσωσιν τῇ καρδίᾳ καὶ [t]στραφῶσιν, καὶ [u]ἰάσομαι αὐτούς. 41 ταῦτα εἶπεν Ἠσαΐας [v]ὅτι εἶδεν τὴν δόξαν αὐτοῦ, καὶ ἐλάλησεν περὶ αὐτοῦ. 42 ὅμως μέντοι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν, ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν ἵνα μὴ ἀποσυνάγωγοι γένωνται, 43 ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον ἤπερ τὴν δόξαν τοῦ θεοῦ.

44 Ἰησοῦς δὲ ἔκραξεν καὶ εἶπεν· Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ ἀλλὰ εἰς τὸν πέμψαντά με, 45 καὶ ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με. 46 ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ. 47 καὶ ἐάν τίς μου ἀκούσῃ τῶν ῥημάτων καὶ μὴ [w]φυλάξῃ, ἐγὼ οὐ κρίνω αὐτόν, οὐ γὰρ ἦλθον ἵνα κρίνω τὸν κόσμον ἀλλ’ ἵνα σώσω τὸν κόσμον. 48 ὁ ἀθετῶν ἐμὲ καὶ μὴ λαμβάνων τὰ ῥήματά μου ἔχει τὸν κρίνοντα αὐτόν· ὁ λόγος ὃν ἐλάλησα ἐκεῖνος κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ· 49 ὅτι ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα, ἀλλ’ ὁ πέμψας με πατὴρ αὐτός μοι ἐντολὴν [x]δέδωκεν τί εἴπω καὶ τί λαλήσω. 50 καὶ οἶδα ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστιν. ἃ οὖν [y]ἐγὼ λαλῶ, καθὼς εἴρηκέν μοι ὁ πατήρ, οὕτως λαλῶ.

Footnotes:

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:20 Ἕλληνές τινες WH Treg NIV ] τινες Ἕλληνές RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:22 WH Treg NIV ] – RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:22 ἔρχεται WH Treg NIV ] καὶ πάλιν RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:22 καὶ WH Treg NIV ] – RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:23 ἀποκρίνεται WH Treg NIV ] ἀπεκρίνατο RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:25 ἀπολλύει WH Treg NIV ] ἀπολέσει RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:26 τις διακονῇ WH Treg NIV ] διακονῇ τις RP
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:26 ἐάν WH Treg NIV ] καὶ ἐάν RP
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:30 Ἰησοῦς καὶ εἶπεν Treg NIV RP ] καὶ εἶπεν Ἰησοῦς WH
  10. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:30 ἡ φωνὴ αὕτη WH Treg NIV ] αὕτη ἡ φωνὴ RP
  11. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:32 ἐὰν Treg NIV RP ] ἂν WH
  12. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:34 οὖν WH NIV ] – Treg RP
  13. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:34 λέγεις σὺ WH Treg NIV] σὺ λέγεις RP
  14. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:34 ὅτι WH Treg NIV ] – RP
  15. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:35 ἐν ὑμῖν WH Treg NIV ] μεθ᾽ ὑμῶν RP
  16. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:35 ὡς WH Treg NIV ] ἕως RP
  17. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:36 ὡς WH Treg NIV ] Ἕως RP
  18. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:36 ἐλάλησεν WH Treg NIV ] + ὁ RP
  19. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:40 ἐπώρωσεν WH Treg NIV ] πεπώρωκεν RP
  20. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:40 στραφῶσιν WH Treg NIV ] ἐπιστραφῶσιν RP
  21. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:40 ἰάσομαι WH Treg NIV ] ἰάσωμαι RP
  22. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:41 ὅτι WH Treg NIV ] ὅτε RP
  23. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:47 φυλάξῃ WH Treg NIV ] πιστεύσῃ RP
  24. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:49 δέδωκεν WH Treg NIV ] ἔδωκεν RP
  25. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:50 ἐγὼ λαλῶ WH Treg NIV ] λαλῶ ἐγὼ RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes