A A A A A
Bible Book List

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:21-46 SBL Greek New Testament (SBLGNT)

21 εἶπεν οὖν [a]ἡ Μάρθα πρὸς [b]τὸν Ἰησοῦν· Κύριε, εἰ ἦς ὧδε [c]οὐκ ἂν ἀπέθανεν ὁ ἀδελφός μου· 22 [d]καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν θεὸν δώσει σοι ὁ θεός. 23 λέγει αὐτῇ ὁ Ἰησοῦς· Ἀναστήσεται ὁ ἀδελφός σου. 24 λέγει αὐτῷ [e]ἡ Μάρθα· Οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. 25 εἶπεν αὐτῇ ὁ Ἰησοῦς· Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή· ὁ πιστεύων εἰς ἐμὲ κἂν ἀποθάνῃ ζήσεται, 26 καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα· πιστεύεις τοῦτο; 27 λέγει αὐτῷ· Ναί, κύριε· ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ ὁ εἰς τὸν κόσμον ἐρχόμενος.

28 Καὶ [f]τοῦτο εἰποῦσα ἀπῆλθεν καὶ ἐφώνησεν [g]Μαριὰμ τὴν ἀδελφὴν αὐτῆς λάθρᾳ εἰποῦσα· Ὁ διδάσκαλος πάρεστιν καὶ φωνεῖ σε. 29 ἐκείνη [h]δὲ ὡς ἤκουσεν [i]ἠγέρθη ταχὺ καὶ [j]ἤρχετο πρὸς αὐτόν· 30 οὔπω δὲ ἐληλύθει ὁ Ἰησοῦς εἰς τὴν κώμην, ἀλλ’ ἦν [k]ἔτι ἐν τῷ τόπῳ ὅπου ὑπήντησεν αὐτῷ ἡ Μάρθα. 31 οἱ οὖν Ἰουδαῖοι οἱ ὄντες μετ’ αὐτῆς ἐν τῇ οἰκίᾳ καὶ παραμυθούμενοι αὐτήν, ἰδόντες τὴν [l]Μαριὰμ ὅτι ταχέως ἀνέστη καὶ ἐξῆλθεν, ἠκολούθησαν αὐτῇ [m]δόξαντες ὅτι ὑπάγει εἰς τὸ μνημεῖον ἵνα κλαύσῃ ἐκεῖ. 32 ἡ οὖν [n]Μαριὰμ ὡς ἦλθεν ὅπου [o]ἦν Ἰησοῦς ἰδοῦσα αὐτὸν ἔπεσεν αὐτοῦ [p]πρὸς τοὺς πόδας, λέγουσα αὐτῷ· Κύριε, εἰ ἦς ὧδε οὐκ ἄν [q]μου ἀπέθανεν ὁ ἀδελφός. 33 Ἰησοῦς οὖν ὡς εἶδεν αὐτὴν κλαίουσαν καὶ τοὺς συνελθόντας αὐτῇ Ἰουδαίους κλαίοντας ἐνεβριμήσατο τῷ πνεύματι καὶ ἐτάραξεν ἑαυτόν, 34 καὶ εἶπεν· Ποῦ τεθείκατε αὐτόν; λέγουσιν αὐτῷ· Κύριε, ἔρχου καὶ ἴδε. 35 ἐδάκρυσεν ὁ Ἰησοῦς. 36 ἔλεγον οὖν οἱ Ἰουδαῖοι· Ἴδε πῶς ἐφίλει αὐτόν. 37 τινὲς δὲ ἐξ αὐτῶν εἶπαν· Οὐκ ἐδύνατο οὗτος ὁ ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ;

38 Ἰησοῦς οὖν πάλιν ἐμβριμώμενος ἐν ἑαυτῷ ἔρχεται εἰς τὸ μνημεῖον· ἦν δὲ σπήλαιον, καὶ λίθος ἐπέκειτο ἐπ’ αὐτῷ. 39 λέγει ὁ Ἰησοῦς· Ἄρατε τὸν λίθον. λέγει αὐτῷ ἡ ἀδελφὴ τοῦ [r]τετελευτηκότος Μάρθα· Κύριε, ἤδη ὄζει, τεταρταῖος γάρ ἐστιν. 40 λέγει αὐτῇ ὁ Ἰησοῦς· Οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς [s]ὄψῃ τὴν δόξαν τοῦ θεοῦ; 41 ἦραν οὖν τὸν [t]λίθον. ὁ δὲ Ἰησοῦς ἦρεν τοὺς ὀφθαλμοὺς ἄνω καὶ εἶπεν· Πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου, 42 ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις· ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας. 43 καὶ ταῦτα εἰπὼν φωνῇ μεγάλῃ ἐκραύγασεν· Λάζαρε, δεῦρο ἔξω. 44 [u]ἐξῆλθεν ὁ τεθνηκὼς δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις, καὶ ἡ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο. λέγει [v]αὐτοῖς ὁ Ἰησοῦς· Λύσατε αὐτὸν καὶ ἄφετε [w]αὐτὸν ὑπάγειν.

45 Πολλοὶ οὖν ἐκ τῶν Ἰουδαίων, οἱ ἐλθόντες πρὸς τὴν [x]Μαριὰμ καὶ θεασάμενοι [y][z]ἐποίησεν, ἐπίστευσαν εἰς αὐτόν· 46 τινὲς δὲ ἐξ αὐτῶν ἀπῆλθον πρὸς τοὺς Φαρισαίους καὶ εἶπαν αὐτοῖς ἃ [aa]ἐποίησεν Ἰησοῦς.

Footnotes:

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:21 WH Treg NIV ] – RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:21 τὸν Treg NIV RP ] – WH
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:21 οὐκ ἂν ἀπέθανεν ὁ ἀδελφός μου WH Treg NIV ] ὁ ἀδελφός μου οὐκ ἂν ἐτεθνήκει RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:22 καὶ WH Treg ] ἀλλὰ καὶ NIV RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:24 WH Treg NIV ] – RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:28 τοῦτο WH Treg NIV ] ταῦτα RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:28 Μαριὰμ WH Treg NIV ] Μαρίαν RP
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:29 δὲ WH Treg NIV ] – RP
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:29 ἠγέρθη WH Treg NIV ] ἐγείρεται RP
  10. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:29 ἤρχετο WH Treg NIV ] ἔρχεται RP
  11. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:30 ἔτι WH Treg NIV ] – RP
  12. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:31 Μαριὰμ WH Treg NIV ] Μαρίαν RP
  13. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:31 δόξαντες WH Treg NIV ] λέγοντες RP
  14. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:32 Μαριὰμ WH Treg NIV ] Μαρία RP
  15. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:32 ἦν WH Treg NIV ] + ὁ RP
  16. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:32 πρὸς WH Treg NIV ] εἰς RP
  17. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:32 μου ἀπέθανεν WH Treg NIV ] ἀπέθανεν μου RP
  18. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:39 τετελευτηκότος WH NIV ] τελευτηκότος Treg; τεθνηκότος RP
  19. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:40 ὄψῃ WH Treg NIV ] ὄψει RP
  20. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:41 λίθον WH Treg NIV ] + οὗ ἦν ὁ τεθνηκὼς κειμένος RP
  21. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:44 ἐξῆλθεν WH Treg NIV ] Καὶ ἐξῆλθεν RP
  22. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:44 αὐτοῖς ὁ Ἰησοῦς Treg NIV RP ] ὁ Ἰησοῦς αὐτοῖς WH
  23. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:44 αὐτὸν WH Treg NIV ] – RP
  24. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:45 Μαριὰμ WH Treg NIV ] Μαρίαν RP
  25. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:45 RP NIV ] ὃ WH Treg
  26. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:45 ἐποίησεν WH Treg NIV ] + ὁ Ἰησοῦς RP
  27. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:46 ἐποίησεν WH Treg NIV ] + ὁ RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes