A A A A A
Bible Book List

ΙΑΚΩΒΟΥ 1:19-2:13 SBL Greek New Testament (SBLGNT)

19 [a]Ἴστε, ἀδελφοί μου ἀγαπητοί. ἔστω [b]δὲ πᾶς ἄνθρωπος ταχὺς εἰς τὸ ἀκοῦσαι, βραδὺς εἰς τὸ λαλῆσαι, βραδὺς εἰς ὀργήν, 20 ὀργὴ γὰρ ἀνδρὸς δικαιοσύνην θεοῦ [c]οὐκ ἐργάζεται. 21 διὸ ἀποθέμενοι πᾶσαν ῥυπαρίαν καὶ περισσείαν κακίας ἐν πραΰτητι δέξασθε τὸν ἔμφυτον λόγον τὸν δυνάμενον σῶσαι τὰς ψυχὰς ὑμῶν.

22 Γίνεσθε δὲ ποιηταὶ λόγου καὶ μὴ [d]ἀκροαταὶ μόνον παραλογιζόμενοι ἑαυτούς. 23 ὅτι εἴ τις ἀκροατὴς λόγου ἐστὶν καὶ οὐ ποιητής, οὗτος ἔοικεν ἀνδρὶ κατανοοῦντι τὸ πρόσωπον τῆς γενέσεως αὐτοῦ ἐν ἐσόπτρῳ, 24 κατενόησεν γὰρ ἑαυτὸν καὶ ἀπελήλυθεν καὶ εὐθέως ἐπελάθετο ὁποῖος ἦν. 25 ὁ δὲ παρακύψας εἰς νόμον τέλειον τὸν τῆς ἐλευθερίας καὶ παραμείνας, [e]οὐκ ἀκροατὴς ἐπιλησμονῆς γενόμενος ἀλλὰ ποιητὴς ἔργου, οὗτος μακάριος ἐν τῇ ποιήσει αὐτοῦ ἔσται.

26 Εἴ τις δοκεῖ θρησκὸς [f]εἶναι μὴ χαλιναγωγῶν γλῶσσαν [g]αὐτοῦ ἀλλὰ ἀπατῶν καρδίαν [h]αὐτοῦ, τούτου μάταιος ἡ θρησκεία. 27 θρησκεία καθαρὰ καὶ ἀμίαντος παρὰ [i]τῷ θεῷ καὶ πατρὶ αὕτη ἐστίν, ἐπισκέπτεσθαι ὀρφανοὺς καὶ χήρας ἐν τῇ θλίψει αὐτῶν, ἄσπιλον ἑαυτὸν τηρεῖν ἀπὸ τοῦ κόσμου.

Ἀδελφοί μου, μὴ ἐν προσωπολημψίαις ἔχετε τὴν πίστιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς δόξης; ἐὰν γὰρ εἰσέλθῃ [j]εἰς συναγωγὴν ὑμῶν ἀνὴρ χρυσοδακτύλιος ἐν ἐσθῆτι λαμπρᾷ, εἰσέλθῃ δὲ καὶ πτωχὸς ἐν ῥυπαρᾷ ἐσθῆτι, [k]ἐπιβλέψητε δὲ ἐπὶ τὸν φοροῦντα τὴν ἐσθῆτα τὴν λαμπρὰν καὶ [l]εἴπητε· Σὺ κάθου ὧδε καλῶς, καὶ τῷ πτωχῷ εἴπητε· Σὺ στῆθι [m]ἢ κάθου ἐκεῖ ὑπὸ τὸ ὑποπόδιόν μου, [n]οὐ διεκρίθητε ἐν ἑαυτοῖς καὶ ἐγένεσθε κριταὶ διαλογισμῶν πονηρῶν; ἀκούσατε, ἀδελφοί μου ἀγαπητοί. οὐχ ὁ θεὸς ἐξελέξατο τοὺς πτωχοὺς [o]τῷ κόσμῳ πλουσίους ἐν πίστει καὶ κληρονόμους τῆς βασιλείας ἧς ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν; ὑμεῖς δὲ ἠτιμάσατε τὸν πτωχόν. οὐχ οἱ πλούσιοι καταδυναστεύουσιν ὑμῶν, καὶ αὐτοὶ ἕλκουσιν ὑμᾶς εἰς κριτήρια; οὐκ αὐτοὶ βλασφημοῦσιν τὸ καλὸν ὄνομα τὸ ἐπικληθὲν ἐφ’ ὑμᾶς;

Εἰ μέντοι νόμον τελεῖτε βασιλικὸν κατὰ τὴν γραφήν Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν, καλῶς ποιεῖτε· εἰ δὲ προσωπολημπτεῖτε, ἁμαρτίαν ἐργάζεσθε, ἐλεγχόμενοι ὑπὸ τοῦ νόμου ὡς παραβάται. 10 ὅστις γὰρ ὅλον τὸν νόμον [p]τηρήσῃ, πταίσῃ δὲ ἐν ἑνί, γέγονεν πάντων ἔνοχος. 11 ὁ γὰρ εἰπών Μὴ [q]μοιχεύσῃς εἶπεν καί Μὴ [r]φονεύσῃς· εἰ δὲ οὐ [s]μοιχεύεις φονεύεις δέ, γέγονας παραβάτης νόμου. 12 οὕτως λαλεῖτε καὶ οὕτως ποιεῖτε ὡς διὰ νόμου ἐλευθερίας μέλλοντες κρίνεσθαι. 13 ἡ γὰρ κρίσις ἀνέλεος τῷ μὴ ποιήσαντι ἔλεος· κατακαυχᾶται [t]ἔλεος κρίσεως.

Footnotes:

  1. ΙΑΚΩΒΟΥ 1:19 Ἴστε WH Treg NIV ] Ὥστε RP
  2. ΙΑΚΩΒΟΥ 1:19 δὲ WH Treg NIV ] – RP
  3. ΙΑΚΩΒΟΥ 1:20 οὐκ ἐργάζεται WH Treg NIV ] οὐ κατεργάζεται RP
  4. ΙΑΚΩΒΟΥ 1:22 ἀκροαταὶ μόνον WH Treg ] μόνον ἀκροαταὶ NIV RP
  5. ΙΑΚΩΒΟΥ 1:25 οὐκ WH Treg NIV] οὗτος οὐκ RP
  6. ΙΑΚΩΒΟΥ 1:26 εἶναι WH Treg NIV ] + ἐν ὑμῖν RP
  7. ΙΑΚΩΒΟΥ 1:26 αὐτοῦ Treg NIV RP ] ἑαυτοῦ WH
  8. ΙΑΚΩΒΟΥ 1:26 αὐτοῦ Treg NIV RP ] ἑαυτοῦ WH
  9. ΙΑΚΩΒΟΥ 1:27 τῷ WH Treg NIV ] – RP
  10. ΙΑΚΩΒΟΥ 2:2 εἰς WH Treg NIV ] + τὴν RP
  11. ΙΑΚΩΒΟΥ 2:3 ἐπιβλέψητε δὲ WH NIV ] καὶ ἐπιβλέψητε Treg RP
  12. ΙΑΚΩΒΟΥ 2:3 εἴπητε WH Treg NIV ] + αὐτῷ RP
  13. ΙΑΚΩΒΟΥ 2:3 ἢ κάθου ἐκεῖ WH ] ἐκεῖ ἢ κάθου Treg NIV; ἐκεῖ ἢ κάθου ὧδε RP
  14. ΙΑΚΩΒΟΥ 2:4 οὐ WH Treg NIV] καὶ οὐ RP
  15. ΙΑΚΩΒΟΥ 2:5 τῷ κόσμῳ WH Treg NIV ] τοῦ κόσμου RP
  16. ΙΑΚΩΒΟΥ 2:10 τηρήσῃ πταίσῃ WH Treg NIV ] τηρήσει πταίσει RP
  17. ΙΑΚΩΒΟΥ 2:11 μοιχεύσῃς WH Treg NIV ] μοιχεύσεις RP
  18. ΙΑΚΩΒΟΥ 2:11 φονεύσῃς WH Treg NIV ] φονεύσεις RP
  19. ΙΑΚΩΒΟΥ 2:11 μοιχεύεις φονεύεις WH Treg NIV ] μοιχεύσεις φονεύσεις RP
  20. ΙΑΚΩΒΟΥ 2:13 ἔλεος WH Treg NIV ] ἔλεον RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes