A A A A A
Bible Book List

ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11:1-10 SBL Greek New Testament (SBLGNT)

11 Ἔστιν δὲ πίστις ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων· ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι. πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι θεοῦ, εἰς τὸ μὴ ἐκ φαινομένων [a]τὸ βλεπόμενον γεγονέναι.

Πίστει πλείονα θυσίαν Ἅβελ παρὰ Κάϊν προσήνεγκεν τῷ θεῷ, δι’ ἧς ἐμαρτυρήθη εἶναι δίκαιος, μαρτυροῦντος ἐπὶ τοῖς δώροις αὐτοῦ [b]τοῦ θεοῦ, καὶ δι’ αὐτῆς ἀποθανὼν ἔτι [c]λαλεῖ. Πίστει Ἑνὼχ μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον, καὶ οὐχ ηὑρίσκετο διότι μετέθηκεν αὐτὸν ὁ θεός· πρὸ γὰρ τῆς [d]μεταθέσεως μεμαρτύρηται εὐαρεστηκέναι τῷ θεῷ, χωρὶς δὲ πίστεως ἀδύνατον εὐαρεστῆσαι, πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ θεῷ ὅτι ἔστιν καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται. πίστει χρηματισθεὶς Νῶε περὶ τῶν μηδέπω βλεπομένων εὐλαβηθεὶς κατεσκεύασεν κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ, δι’ ἧς κατέκρινεν τὸν κόσμον, καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος.

[e]Πίστει καλούμενος Ἀβραὰμ ὑπήκουσεν ἐξελθεῖν εἰς [f]τόπον ὃν ἤμελλεν λαμβάνειν εἰς κληρονομίαν, καὶ ἐξῆλθεν μὴ ἐπιστάμενος ποῦ ἔρχεται. πίστει παρῴκησεν εἰς γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς· 10 ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ θεός.

Footnotes:

  1. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11:3 τὸ βλεπόμενον WH Treg NIV ] τά βλεπόμενα RP
  2. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11:4 τοῦ θεοῦ WH NIV RP ] τῷ θεῷ Treg
  3. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11:4 λαλεῖ WH Treg NIV ] λαλεῖται RP
  4. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11:5 μεταθέσεως WH Treg NIV ] + αὐτοῦ RP
  5. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11:8 Πίστει WH NIV RP ] + ὁ Treg
  6. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11:8 τόπον WH Treg NIV ] τὸν τόπον RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes