A A A A A
Bible Book List

Ephesians 2 King James Version (KJV)

And you hath he quickened, who were dead in trespasses and sins;

Wherein in time past ye walked according to the course of this world, according to the prince of the power of the air, the spirit that now worketh in the children of disobedience:

Among whom also we all had our conversation in times past in the lusts of our flesh, fulfilling the desires of the flesh and of the mind; and were by nature the children of wrath, even as others.

But God, who is rich in mercy, for his great love wherewith he loved us,

Even when we were dead in sins, hath quickened us together with Christ, (by grace ye are saved;)

And hath raised us up together, and made us sit together in heavenly places in Christ Jesus:

That in the ages to come he might shew the exceeding riches of his grace in his kindness toward us through Christ Jesus.

For by grace are ye saved through faith; and that not of yourselves: it is the gift of God:

Not of works, lest any man should boast.

10 For we are his workmanship, created in Christ Jesus unto good works, which God hath before ordained that we should walk in them.

11 Wherefore remember, that ye being in time past Gentiles in the flesh, who are called Uncircumcision by that which is called the Circumcision in the flesh made by hands;

12 That at that time ye were without Christ, being aliens from the commonwealth of Israel, and strangers from the covenants of promise, having no hope, and without God in the world:

13 But now in Christ Jesus ye who sometimes were far off are made nigh by the blood of Christ.

14 For he is our peace, who hath made both one, and hath broken down the middle wall of partition between us;

15 Having abolished in his flesh the enmity, even the law of commandments contained in ordinances; for to make in himself of twain one new man, so making peace;

16 And that he might reconcile both unto God in one body by the cross, having slain the enmity thereby:

17 And came and preached peace to you which were afar off, and to them that were nigh.

18 For through him we both have access by one Spirit unto the Father.

19 Now therefore ye are no more strangers and foreigners, but fellowcitizens with the saints, and of the household of God;

20 And are built upon the foundation of the apostles and prophets, Jesus Christ himself being the chief corner stone;

21 In whom all the building fitly framed together groweth unto an holy temple in the Lord:

22 In whom ye also are builded together for an habitation of God through the Spirit.

ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 2 SBL Greek New Testament (SBLGNT)

Καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασιν καὶ ταῖς ἁμαρτίαις [a]ὑμῶν, ἐν αἷς ποτε περιεπατήσατε κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας· ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστράφημέν ποτε ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν, καὶ [b]ἤμεθα τέκνα φύσει ὀργῆς ὡς καὶ οἱ λοιποί· ὁ δὲ θεὸς πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς, καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασιν συνεζωοποίησεν τῷ Χριστῷ— χάριτί ἐστε σεσῳσμένοι— καὶ συνήγειρεν καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ, ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσιν τοῖς ἐπερχομένοις [c]τὸ ὑπερβάλλον πλοῦτος τῆς χάριτος αὐτοῦ ἐν χρηστότητι ἐφ’ ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ. τῇ γὰρ χάριτί ἐστε σεσῳσμένοι [d]διὰ πίστεως· καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, θεοῦ τὸ δῶρον· οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται. 10 αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ Ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς οἷς προητοίμασεν ὁ θεὸς ἵνα ἐν αὐτοῖς περιπατήσωμεν.

11 Διὸ μνημονεύετε ὅτι [e]ποτὲ ὑμεῖς τὰ ἔθνη ἐν σαρκί, οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου, 12 ὅτι [f]ἦτε τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ. 13 νυνὶ δὲ ἐν Χριστῷ Ἰησοῦ ὑμεῖς οἵ ποτε ὄντες μακρὰν [g]ἐγενήθητε ἐγγὺς ἐν τῷ αἵματι τοῦ Χριστοῦ. 14 αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ, 15 τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασιν καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν [h]αὑτῷ εἰς ἕνα καινὸν ἄνθρωπον ποιῶν εἰρήνην, 16 καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ θεῷ διὰ τοῦ σταυροῦ ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ· 17 καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν καὶ [i]εἰρήνην τοῖς ἐγγύς· 18 ὅτι δι’ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ πνεύματι πρὸς τὸν πατέρα. 19 ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ [j]ἐστὲ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ θεοῦ, 20 ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ [k]Χριστοῦ Ἰησοῦ, 21 ἐν ᾧ [l]πᾶσα οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν κυρίῳ, 22 ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ θεοῦ ἐν πνεύματι.

Footnotes:

  1. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 2:1 ὑμῶν WH Treg NIV ] – RP
  2. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 2:3 ἤμεθα WH Treg NIV ] ἦμεν RP
  3. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 2:7 τὸ ὑπερβάλλον πλοῦτος WH Treg NIV ] τὸν ὑπερβάλλοντα πλοῦτον RP
  4. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 2:8 διὰ WH Treg NIV ] + τῆς RP
  5. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 2:11 ποτὲ ὑμεῖς WH Treg NIV ] ὑμεῖς ποτὲ RP
  6. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 2:12 ἦτε WH Treg NIV ] + ἐν RP
  7. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 2:13 ἐγενήθητε ἐγγὺς WH Treg NIV ] ἐγγὺς ἐγενήθητε RP
  8. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 2:15 αὑτῷ WH ] αὐτῷ Treg NA; ἑαυτῷ NIV RP
  9. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 2:17 εἰρήνην WH Treg NIV ] – RP
  10. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 2:19 ἐστὲ WH Treg NIV ] – RP
  11. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 2:20 Χριστοῦ Ἰησοῦ WH Treg NIV ] Ἰησοῦ Χριστοῦ RP
  12. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 2:21 πᾶσα WH Treg RP NA ] + ἡ NIV
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

Viewing of
Cross references
Footnotes