A A A A A
Bible Book List

ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 1:9-23 SBL Greek New Testament (SBLGNT)

Διὰ τοῦτο καὶ ἡμεῖς, ἀφ’ ἧς ἡμέρας ἠκούσαμεν, οὐ παυόμεθα ὑπὲρ ὑμῶν προσευχόμενοι καὶ αἰτούμενοι ἵνα πληρωθῆτε τὴν ἐπίγνωσιν τοῦ θελήματος αὐτοῦ ἐν πάσῃ σοφίᾳ καὶ συνέσει πνευματικῇ, 10 [a]περιπατῆσαι ἀξίως τοῦ κυρίου εἰς πᾶσαν ἀρεσκείαν ἐν παντὶ ἔργῳ ἀγαθῷ καρποφοροῦντες καὶ αὐξανόμενοι [b]τῇ ἐπιγνώσει τοῦ θεοῦ, 11 ἐν πάσῃ δυνάμει δυναμούμενοι κατὰ τὸ κράτος τῆς δόξης αὐτοῦ εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν μετὰ χαρᾶς, 12 εὐχαριστοῦντες τῷ πατρὶ τῷ ἱκανώσαντι [c]ὑμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί, 13 ὃς ἐρρύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ υἱοῦ τῆς ἀγάπης αὐτοῦ, 14 ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν· 15 ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως, 16 ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ [d]πάντα ἐν τοῖς οὐρανοῖς [e]καὶ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· τὰ πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται· 17 καὶ αὐτός ἐστιν πρὸ πάντων καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν, 18 καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς ἐκκλησίας· ὅς [f]ἐστιν ἀρχή, πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων, 19 ὅτι ἐν αὐτῷ εὐδόκησεν πᾶν τὸ πλήρωμα κατοικῆσαι 20 καὶ δι’ αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτόν, εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ, [g][δι’ αὐτοῦ] εἴτε τὰ ἐπὶ τῆς γῆς εἴτε τὰ [h]ἐν τοῖς οὐρανοῖς· 21 καὶ ὑμᾶς ποτε ὄντας ἀπηλλοτριωμένους καὶ ἐχθροὺς τῇ διανοίᾳ ἐν τοῖς ἔργοις τοῖς πονηροῖς— 22 νυνὶ δὲ [i]ἀποκατηλλάγητε ἐν τῷ σώματι τῆς σαρκὸς αὐτοῦ διὰ τοῦ θανάτου— παραστῆσαι ὑμᾶς ἁγίους καὶ ἀμώμους καὶ ἀνεγκλήτους κατενώπιον αὐτοῦ, 23 εἴ γε ἐπιμένετε τῇ πίστει τεθεμελιωμένοι καὶ ἑδραῖοι καὶ μὴ μετακινούμενοι ἀπὸ τῆς ἐλπίδος τοῦ εὐαγγελίου οὗ ἠκούσατε, τοῦ κηρυχθέντος ἐν [j]πάσῃ κτίσει τῇ ὑπὸ τὸν οὐρανόν, οὗ ἐγενόμην ἐγὼ Παῦλος διάκονος.

Footnotes:

  1. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 1:10 περιπατῆσαι WH Treg NIV ] + ὑμᾶς RP
  2. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 1:10 τῇ ἐπιγνώσει WH Treg NIV ] εἰς τὴν ἐπίγνωσιν RP
  3. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 1:12 ὑμᾶς WH NIV ] ἡμᾶς Treg RP
  4. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 1:16 πάντα WH Treg NIV ] + τὰ RP
  5. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 1:16 καὶ WH NIV ] + τὰ Treg RP
  6. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 1:18 ἐστιν Treg NIV RP ] + ἡ WH
  7. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 1:20 δι’ αὐτοῦ WH RP NA ] – Treg NIV
  8. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 1:20 ἐν WH Treg NIV ] ἐπὶ RP
  9. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 1:22 ἀποκατηλλάγητε Holmes ] ἀποκατήλλαξεν WH Treg NIV RP
  10. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 1:23 πάσῃ WH Treg NIV ] + τῇ RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes