A A A A A
Bible Book List

ΠΕΤΡΟΥ Β΄ 2:6-16 SBL Greek New Testament (SBLGNT)

καὶ πόλεις Σοδόμων καὶ Γομόρρας τεφρώσας [a]καταστροφῇ κατέκρινεν, ὑπόδειγμα μελλόντων [b]ἀσεβέσιν τεθεικώς, καὶ δίκαιον Λὼτ καταπονούμενον ὑπὸ τῆς τῶν ἀθέσμων ἐν ἀσελγείᾳ ἀναστροφῆς ἐρρύσατο— βλέμματι γὰρ καὶ ἀκοῇ [c]ὁ δίκαιος ἐγκατοικῶν ἐν αὐτοῖς ἡμέραν ἐξ ἡμέρας ψυχὴν δικαίαν ἀνόμοις ἔργοις ἐβασάνιζεν— οἶδεν κύριος εὐσεβεῖς ἐκ πειρασμοῦ ῥύεσθαι, ἀδίκους δὲ εἰς ἡμέραν κρίσεως κολαζομένους τηρεῖν, 10 μάλιστα δὲ τοὺς ὀπίσω σαρκὸς ἐν ἐπιθυμίᾳ μιασμοῦ πορευομένους καὶ κυριότητος καταφρονοῦντας.

Τολμηταὶ, αὐθάδεις, δόξας οὐ τρέμουσιν, βλασφημοῦντες, 11 ὅπου ἄγγελοι ἰσχύϊ καὶ δυνάμει μείζονες ὄντες οὐ φέρουσιν κατ’ [d]αὐτῶν βλάσφημον κρίσιν. 12 οὗτοι δέ, ὡς ἄλογα ζῷα [e]γεγεννημένα φυσικὰ εἰς ἅλωσιν καὶ φθοράν, ἐν οἷς ἀγνοοῦσιν βλασφημοῦντες, ἐν τῇ φθορᾷ αὐτῶν [f]καὶ φθαρήσονται, 13 [g]ἀδικούμενοι μισθὸν ἀδικίας· ἡδονὴν ἡγούμενοι τὴν ἐν ἡμέρᾳ τρυφήν, σπίλοι καὶ μῶμοι ἐντρυφῶντες ἐν ταῖς [h]ἀπάταις αὐτῶν συνευωχούμενοι ὑμῖν, 14 ὀφθαλμοὺς ἔχοντες μεστοὺς μοιχαλίδος καὶ [i]ἀκαταπαύστους ἁμαρτίας, δελεάζοντες ψυχὰς ἀστηρίκτους, καρδίαν γεγυμνασμένην πλεονεξίας ἔχοντες, κατάρας τέκνα, 15 [j]καταλιπόντες εὐθεῖαν ὁδὸν ἐπλανήθησαν, ἐξακολουθήσαντες τῇ ὁδῷ τοῦ Βαλαὰμ τοῦ [k]Βοσὸρ ὃς μισθὸν ἀδικίας ἠγάπησεν 16 ἔλεγξιν δὲ ἔσχεν ἰδίας παρανομίας· ὑποζύγιον ἄφωνον ἐν ἀνθρώπου φωνῇ φθεγξάμενον ἐκώλυσεν τὴν τοῦ προφήτου παραφρονίαν.

Footnotes:

  1. ΠΕΤΡΟΥ Β΄ 2:6 καταστροφῇ Treg RP NA] – WH NIV
  2. ΠΕΤΡΟΥ Β΄ 2:6 ἀσεβέσιν WH NIV] ἀσεβεῖν Treg RP
  3. ΠΕΤΡΟΥ Β΄ 2:8 Treg NIV RP] – WH
  4. ΠΕΤΡΟΥ Β΄ 2:11 αὐτῶν Holmes WHmarg] + παρὰ κυρίῳ WH Treg RP; + παρὰ κυρίου NIV
  5. ΠΕΤΡΟΥ Β΄ 2:12 γεγεννημένα φυσικὰ WH Treg NIV] φυσικὰ γεγενημένα RP
  6. ΠΕΤΡΟΥ Β΄ 2:12 καὶ φθαρήσονται WH Treg NIV] καταφθαρήσονται RP
  7. ΠΕΤΡΟΥ Β΄ 2:13 ἀδικούμενοι WH NIV] κομιούμενοι Treg RP
  8. ΠΕΤΡΟΥ Β΄ 2:13 ἀπάταις WH NIV RP] ἀγάπαις Treg
  9. ΠΕΤΡΟΥ Β΄ 2:14 ἀκαταπαύστους Treg NIV RP] ἀκαταπάστους WH
  10. ΠΕΤΡΟΥ Β΄ 2:15 καταλιπόντες Treg RP] καταλείποντες WH NIV
  11. ΠΕΤΡΟΥ Β΄ 2:15 Βοσὸρ Treg RP NA] Βεὼρ WH NIV
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes