A A A A A
Bible Book List

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 3:1-8 SBL Greek New Testament (SBLGNT)

Ἀρχόμεθα πάλιν ἑαυτοὺς [a]συνιστάνειν; [b]ἢ μὴ χρῄζομεν ὥς τινες συστατικῶν ἐπιστολῶν πρὸς ὑμᾶς ἢ ἐξ [c]ὑμῶν; ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε, ἐγγεγραμμένη ἐν ταῖς καρδίαις ἡμῶν, γινωσκομένη καὶ ἀναγινωσκομένη ὑπὸ πάντων ἀνθρώπων· φανερούμενοι ὅτι ἐστὲ ἐπιστολὴ Χριστοῦ διακονηθεῖσα ὑφ’ ἡμῶν, ἐγγεγραμμένη οὐ μέλανι ἀλλὰ πνεύματι θεοῦ ζῶντος, οὐκ ἐν πλαξὶν λιθίναις ἀλλ’ ἐν πλαξὶν καρδίαις σαρκίναις.

Πεποίθησιν δὲ τοιαύτην ἔχομεν διὰ τοῦ Χριστοῦ πρὸς τὸν θεόν. οὐχ ὅτι [d]ἀφ’ ἑαυτῶν ἱκανοί ἐσμεν λογίσασθαί τι ὡς ἐξ [e]αὑτῶν, ἀλλ’ ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ θεοῦ, ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς διαθήκης, οὐ γράμματος ἀλλὰ πνεύματος, τὸ γὰρ γράμμα ἀποκτέννει, τὸ δὲ πνεῦμα ζῳοποιεῖ.

Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν [f]γράμμασιν [g]ἐντετυπωμένη λίθοις ἐγενήθη ἐν δόξῃ, ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην, πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ πνεύματος ἔσται ἐν δόξῃ;

Footnotes:

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 3:1 συνιστάνειν WH NIV RP ] συνιστᾶν Treg
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 3:1 WH Treg NIV ] Εἰ RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 3:1 ὑμῶν WH Treg NIV ] +συστατικῶν RP
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 3:5 ἀφ’ ἑαυτῶν ἱκανοί ἐσμεν WH Treg NIV ] ἱκανοί ἐσμεν ἀφ’ ἑαυτῶν RP
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 3:5 αὑτῶν WH Treg NIV ] ἑαυτῶν RP
  6. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 3:7 γράμμασιν WH NIV RP ] γράμματι Treg
  7. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 3:7 ἐντετυπωμένη WH Treg NIV ] + ἐν RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes