Add parallel Print Page Options

καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων. [a]διὸ ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος [b]Σατανᾶ, ἵνα με κολαφίζῃ, [c]ἵνα μὴ ὑπεραίρωμαι. ὑπὲρ τούτου τρὶς τὸν κύριον παρεκάλεσα ἵνα ἀποστῇ ἀπ’ ἐμοῦ· καὶ εἴρηκέν μοι· Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ [d]δύναμις ἐν ἀσθενείᾳ [e]τελεῖται. ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις [f]μου, ἵνα ἐπισκηνώσῃ ἐπ’ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ. 10 διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς [g]καὶ στενοχωρίαις, ὑπὲρ Χριστοῦ· ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:7 διὸ WH Treg NIV ] – RP
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:7 Σατανᾶ WH Treg NIV ] Σατᾶν RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:7 ἵνα μὴ ὑπεραίρωμαι WH NIV RP ] – Treg
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:9 δύναμις WH Treg NIV ] + μου RP
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:9 τελεῖται WH Treg NIV ] τελειοῦται RP
  6. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:9 μου Treg NIV RP ] – WH
  7. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:10 καὶ WH NIV ] ἐν Treg RP