A A A A A
Bible Book List

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:8-16 1881 Westcott-Hort New Testament (WHNU)

λεγω δε τοις αγαμοις και ταις χηραις καλον αυτοις εαν μεινωσιν ως καγω

ει δε ουκ εγκρατευονται γαμησατωσαν κρειττον γαρ εστιν γαμειν η πυρουσθαι

10 τοις δε γεγαμηκοσιν παραγγελλω ουκ εγω αλλα ο κυριος γυναικα απο ανδρος μη χωρισθηναι

11 εαν δε και χωρισθη μενετω αγαμος η τω ανδρι καταλλαγητω και ανδρα γυναικα μη αφιεναι

12 τοις δε λοιποις λεγω εγω ουχ ο κυριος ει τις αδελφος γυναικα εχει απιστον και αυτη συνευδοκει οικειν μετ αυτου μη αφιετω αυτην

13 και γυνη ητις εχει ανδρα απιστον και ουτος συνευδοκει οικειν μετ αυτης μη αφιετω τον ανδρα

14 ηγιασται γαρ ο ανηρ ο απιστος εν τη γυναικι και ηγιασται η γυνη η απιστος εν τω αδελφω επει αρα τα τεκνα υμων ακαθαρτα εστιν νυν δε αγια εστιν

15 ει δε ο απιστος χωριζεται χωριζεσθω ου δεδουλωται ο αδελφος η η αδελφη εν τοις τοιουτοις εν δε ειρηνη κεκληκεν υμας ο θεος

16 τι γαρ οιδας γυναι ει τον ανδρα σωσεις η τι οιδας ανερ ει την γυναικα σωσεις

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes