A A A A A
Bible Book List

ΠΕΤΡΟΥ Α΄ 3:7-12 SBL Greek New Testament (SBLGNT)

Οἱ ἄνδρες ὁμοίως συνοικοῦντες κατὰ γνῶσιν, ὡς ἀσθενεστέρῳ σκεύει τῷ γυναικείῳ ἀπονέμοντες τιμήν, ὡς καὶ [a]συγκληρονόμοις χάριτος ζωῆς, εἰς τὸ μὴ ἐγκόπτεσθαι τὰς προσευχὰς ὑμῶν.

Τὸ δὲ τέλος πάντες ὁμόφρονες, συμπαθεῖς, φιλάδελφοι, εὔσπλαγχνοι, [b]ταπεινόφρονες, μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ ἢ λοιδορίαν ἀντὶ λοιδορίας τοὐναντίον δὲ [c]εὐλογοῦντες, ὅτι εἰς τοῦτο ἐκλήθητε ἵνα εὐλογίαν κληρονομήσητε. 10 ὁ γὰρ θέλων ζωὴν ἀγαπᾶν καὶ ἰδεῖν ἡμέρας ἀγαθὰς παυσάτω τὴν [d]γλῶσσαν ἀπὸ κακοῦ καὶ [e]χείλη τοῦ μὴ λαλῆσαι δόλον, 11 ἐκκλινάτω [f]δὲ ἀπὸ κακοῦ καὶ ποιησάτω ἀγαθόν, ζητησάτω εἰρήνην καὶ διωξάτω αὐτήν· 12 ὅτι ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν, πρόσωπον δὲ κυρίου ἐπὶ ποιοῦντας κακά.

Footnotes:

  1. ΠΕΤΡΟΥ Α΄ 3:7 συγκληρονόμοις WH Treg NIV] συγκληρονόμοι RP
  2. ΠΕΤΡΟΥ Α΄ 3:8 ταπεινόφρονες WH Treg NIV] φιλόφρονες RP
  3. ΠΕΤΡΟΥ Α΄ 3:9 εὐλογοῦντες WH Treg NIV] + εἰδότες RP
  4. ΠΕΤΡΟΥ Α΄ 3:10 γλῶσσαν WH Treg NIV] + αὐτοῦ RP
  5. ΠΕΤΡΟΥ Α΄ 3:10 χείλη WH Treg NIV] + αὐτοῦ RP
  6. ΠΕΤΡΟΥ Α΄ 3:11 δὲ WH Treg NIV] – RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes