A A A A A
Bible Book List

ΠΕΤΡΟΥ Α΄ 2:1-5 SBL Greek New Testament (SBLGNT)

Ἀποθέμενοι οὖν πᾶσαν κακίαν καὶ πάντα δόλον καὶ [a]ὑποκρίσεις καὶ φθόνους καὶ πάσας καταλαλιάς, ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἄδολον γάλα ἐπιποθήσατε, ἵνα ἐν αὐτῷ αὐξηθῆτε [b]εἰς σωτηρίαν, [c]εἰ ἐγεύσασθε ὅτι χρηστὸς ὁ κύριος.

Πρὸς ὃν προσερχόμενοι, λίθον ζῶντα, ὑπὸ ἀνθρώπων μὲν ἀποδεδοκιμασμένον παρὰ δὲ θεῷ ἐκλεκτὸν ἔντιμον καὶ αὐτοὶ ὡς λίθοι ζῶντες οἰκοδομεῖσθε οἶκος πνευματικὸς [d]εἰς ἱεράτευμα ἅγιον, ἀνενέγκαι πνευματικὰς θυσίας [e]εὐπροσδέκτους θεῷ διὰ Ἰησοῦ Χριστοῦ·

Footnotes:

  1. ΠΕΤΡΟΥ Α΄ 2:1 ὑποκρίσεις Treg NIV RP] ὑπόκρισιν WH
  2. ΠΕΤΡΟΥ Α΄ 2:2 εἰς σωτηρίαν WH Treg NIV] – RP
  3. ΠΕΤΡΟΥ Α΄ 2:3 εἰ WH Treg NIV] εἴπερ RP
  4. ΠΕΤΡΟΥ Α΄ 2:5 εἰς WH Treg NIV] – RP
  5. ΠΕΤΡΟΥ Α΄ 2:5 εὐπροσδέκτους WH Treg] + τῷ NIV RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes