A A A A A
Bible Book List

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 3:1-11 SBL Greek New Testament (SBLGNT)

Κἀγώ, ἀδελφοί, οὐκ ἠδυνήθην [a]λαλῆσαι ὑμῖν ὡς πνευματικοῖς ἀλλ’ ὡς [b]σαρκίνοις, ὡς νηπίοις ἐν Χριστῷ. γάλα ὑμᾶς ἐπότισα, [c]οὐ βρῶμα, οὔπω γὰρ ἐδύνασθε. ἀλλ’ [d]οὐδὲ ἔτι νῦν δύνασθε, ἔτι γὰρ σαρκικοί ἐστε. ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ [e]ἔρις, οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε; ὅταν γὰρ λέγῃ τις· Ἐγὼ μέν εἰμι Παύλου, ἕτερος δέ· Ἐγὼ Ἀπολλῶ, [f]οὐκ ἄνθρωποί ἐστε;

[g]Τί οὖν ἐστιν [h]Ἀπολλῶς; τί δέ ἐστιν Παῦλος; [i]διάκονοι δι’ ὧν ἐπιστεύσατε, καὶ ἑκάστῳ ὡς ὁ κύριος ἔδωκεν. ἐγὼ ἐφύτευσα, Ἀπολλῶς ἐπότισεν, ἀλλὰ ὁ θεὸς ηὔξανεν· ὥστε οὔτε ὁ φυτεύων ἐστίν τι οὔτε ὁ ποτίζων, ἀλλ’ ὁ αὐξάνων θεός. ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων ἕν εἰσιν, ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήμψεται κατὰ τὸν ἴδιον κόπον, θεοῦ γάρ ἐσμεν συνεργοί· θεοῦ γεώργιον, θεοῦ οἰκοδομή ἐστε.

10 Κατὰ τὴν χάριν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον [j]ἔθηκα, ἄλλος δὲ ἐποικοδομεῖ. ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ· 11 θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός·

Footnotes:

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 3:1 λαλῆσαι ὑμῖν WH Treg NIV ] ὑμῖν λαλῆσαι RP
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 3:1 σαρκίνοις WH Treg NIV ] σαρκικοῖς RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 3:2 οὐ WH Treg NIV ] καὶ οὐ RP
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 3:2 οὐδὲ WH Treg NIV ] οὖτε RP
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 3:3 ἔρις WH Treg NIV ] + καὶ διχοστασίαι RP
  6. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 3:4 οὐκ ἄνθρωποί WH Treg NIV ] οὐχὶ σαρκικοί RP
  7. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 3:5 Τί WH Treg NIV ] Τίς RP
  8. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 3:5 Ἀπολλῶς τί δέ ἐστιν Παῦλος WH Treg NIV] Παῦλος τίς δὲ Ἀπολλώς RP
  9. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 3:5 διάκονοι WH Treg NIV ] ἀλλ᾽ ἢ διάκονοι RP
  10. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 3:10 ἔθηκα WH Treg NIV ] τέθεικα RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes