A A A A A
Bible Book List

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:6-15 SBL Greek New Testament (SBLGNT)

Ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν, εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύμησαν. μηδὲ εἰδωλολάτραι γίνεσθε, καθώς τινες αὐτῶν· ὥσπερ γέγραπται· Ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πεῖν, καὶ ἀνέστησαν παίζειν. μηδὲ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν, καὶ ἔπεσαν μιᾷ ἡμέρᾳ εἴκοσι τρεῖς χιλιάδες. μηδὲ ἐκπειράζωμεν τὸν [a]Χριστόν, [b]καθώς τινες αὐτῶν ἐπείρασαν, καὶ ὑπὸ τῶν ὄφεων [c]ἀπώλλυντο. 10 μηδὲ γογγύζετε, [d]καθάπερ τινὲς αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ. 11 ταῦτα [e]δὲ [f]τυπικῶς συνέβαινεν ἐκείνοις, ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων [g]κατήντηκεν. 12 ὥστε ὁ δοκῶν ἑστάναι βλεπέτω μὴ πέσῃ, 13 πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν εἰ μὴ ἀνθρώπινος· πιστὸς δὲ ὁ θεός, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ [h]δύνασθαι ὑπενεγκεῖν.

14 Διόπερ, ἀγαπητοί μου, φεύγετε ἀπὸ τῆς εἰδωλολατρίας. 15 ὡς φρονίμοις λέγω· κρίνατε ὑμεῖς ὅ φημι.

Footnotes:

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:9 Χριστόν RP NA ] κύριον WH Treg NIV
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:9 καθώς WH Treg NIV ] + καί RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:9 ἀπώλλυντο WH Treg NIV ] ἀπώλοντο RP
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:10 καθάπερ WH Treg NIV ] καθὼς καί RP
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:11 δὲ WH Treg NIV ] + πάντα RP
  6. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:11 τυπικῶς συνέβαινεν WH Treg NIV ] τύποι συνέβαινον RP
  7. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:11 κατήντηκεν WH Treg NIV ] κατήντησεν RP
  8. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:13 δύνασθαι WH Treg NIV ] + ὑμᾶς RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes