A A A A A
Bible Book List

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 131881 Westcott-Hort New Testament (WHNU)

13 τριτον τουτο ερχομαι προς υμας επι στοματος δυο μαρτυρων και τριων σταθησεται παν ρημα

προειρηκα και προλεγω ως παρων το δευτερον και απων νυν τοις προημαρτηκοσιν και τοις λοιποις πασιν οτι εαν ελθω εις το παλιν ου φεισομαι

επει δοκιμην ζητειτε του εν εμοι λαλουντος χριστου ος εις υμας ουκ ασθενει αλλα δυνατει εν υμιν

και γαρ εσταυρωθη εξ ασθενειας αλλα ζη εκ δυναμεως θεου και γαρ ημεις ασθενουμεν εν αυτω αλλα ζησομεν συν αυτω εκ δυναμεως θεου [εις υμας]

εαυτους πειραζετε ει εστε εν τη πιστει εαυτους δοκιμαζετε η ουκ επιγινωσκετε εαυτους οτι ιησους χριστος εν υμιν ει μητι αδοκιμοι εστε

ελπιζω δε οτι γνωσεσθε οτι ημεις ουκ εσμεν αδοκιμοι

ευχομεθα δε προς τον θεον μη ποιησαι υμας κακον μηδεν ουχ ινα ημεις δοκιμοι φανωμεν αλλ ινα υμεις το καλον ποιητε ημεις δε ως αδοκιμοι ωμεν

ου γαρ δυναμεθα τι κατα της αληθειας αλλα υπερ της αληθειας

χαιρομεν γαρ οταν ημεις ασθενωμεν υμεις δε δυνατοι ητε τουτο και ευχομεθα την υμων καταρτισιν

10 δια τουτο ταυτα απων γραφω ινα παρων μη αποτομως χρησωμαι κατα την εξουσιαν ην ο κυριος εδωκεν μοι εις οικοδομην και ουκ εις καθαιρεσιν

11 λοιπον αδελφοι χαιρετε καταρτιζεσθε παρακαλεισθε το αυτο φρονειτε ειρηνευετε και ο θεος της αγαπης και ειρηνης εσται μεθ υμων

12 ασπασασθε αλληλους εν αγιω φιληματι

13 [13 12] ασπαζονται υμας οι αγιοι παντες

14 [13 13] η χαρις του κυριου ιησου [χριστου] και η αγαπη του θεου και η κοινωνια του αγιου πνευματος μετα παντων υμων

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes