A A A A A
Bible Book List

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12SBL Greek New Testament (SBLGNT)

12 Καυχᾶσθαι [a]δεῖ· οὐ [b]συμφέρον μέν, ἐλεύσομαι [c]δὲ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις κυρίου. οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων— εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ θεὸς οἶδεν— ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ. καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον— εἴτε ἐν σώματι εἴτε [d]χωρὶς τοῦ σώματος οὐκ οἶδα, ὁ θεὸς οἶδεν— ὅτι ἡρπάγη εἰς τὸν παράδεισον καὶ ἤκουσεν ἄρρητα ῥήματα ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. ὑπὲρ τοῦ τοιούτου καυχήσομαι, ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι εἰ μὴ ἐν ταῖς [e]ἀσθενείαις. ἐὰν γὰρ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων, ἀλήθειαν γὰρ ἐρῶ· φείδομαι δέ, μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με ἢ ἀκούει [f]τι ἐξ ἐμοῦ, καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων. [g]διὸ ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος [h]Σατανᾶ, ἵνα με κολαφίζῃ, [i]ἵνα μὴ ὑπεραίρωμαι. ὑπὲρ τούτου τρὶς τὸν κύριον παρεκάλεσα ἵνα ἀποστῇ ἀπ’ ἐμοῦ· καὶ εἴρηκέν μοι· Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ [j]δύναμις ἐν ἀσθενείᾳ [k]τελεῖται. ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις [l]μου, ἵνα ἐπισκηνώσῃ ἐπ’ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ. 10 διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς [m]καὶ στενοχωρίαις, ὑπὲρ Χριστοῦ· ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι.

11 Γέγονα [n]ἄφρων· ὑμεῖς με ἠναγκάσατε· ἐγὼ γὰρ ὤφειλον ὑφ’ ὑμῶν συνίστασθαι. οὐδὲν γὰρ ὑστέρησα τῶν ὑπερλίαν ἀποστόλων, εἰ καὶ οὐδέν εἰμι· 12 τὰ μὲν σημεῖα τοῦ ἀποστόλου κατειργάσθη ἐν ὑμῖν ἐν πάσῃ [o]ὑπομονῇ, σημείοις [p]τε καὶ τέρασιν καὶ δυνάμεσιν. 13 τί γάρ ἐστιν ὃ [q]ἡσσώθητε ὑπὲρ τὰς λοιπὰς ἐκκλησίας, εἰ μὴ ὅτι αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν; χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην.

14 Ἰδοὺ τρίτον [r]τοῦτο ἑτοίμως ἔχω ἐλθεῖν πρὸς ὑμᾶς, καὶ οὐ [s]καταναρκήσω· οὐ γὰρ ζητῶ τὰ ὑμῶν ἀλλὰ ὑμᾶς, οὐ γὰρ ὀφείλει τὰ τέκνα τοῖς γονεῦσιν θησαυρίζειν, ἀλλὰ οἱ γονεῖς τοῖς τέκνοις. 15 ἐγὼ δὲ ἥδιστα δαπανήσω καὶ ἐκδαπανηθήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν. [t]εἰ περισσοτέρως ὑμᾶς [u]ἀγαπῶν, ἧσσον ἀγαπῶμαι; 16 ἔστω δέ, ἐγὼ οὐ κατεβάρησα ὑμᾶς· ἀλλὰ ὑπάρχων πανοῦργος δόλῳ ὑμᾶς ἔλαβον. 17 μή τινα ὧν ἀπέσταλκα πρὸς ὑμᾶς, δι’ αὐτοῦ ἐπλεονέκτησα ὑμᾶς; 18 παρεκάλεσα Τίτον καὶ συναπέστειλα τὸν ἀδελφόν· μήτι ἐπλεονέκτησεν ὑμᾶς Τίτος; οὐ τῷ αὐτῷ πνεύματι περιεπατήσαμεν; οὐ τοῖς αὐτοῖς ἴχνεσιν;

19 [v]Πάλαι δοκεῖτε ὅτι ὑμῖν ἀπολογούμεθα; [w]κατέναντι θεοῦ ἐν Χριστῷ λαλοῦμεν. τὰ δὲ πάντα, ἀγαπητοί, ὑπὲρ τῆς ὑμῶν οἰκοδομῆς, 20 φοβοῦμαι γὰρ μή πως ἐλθὼν οὐχ οἵους θέλω εὕρω ὑμᾶς, κἀγὼ εὑρεθῶ ὑμῖν οἷον οὐ θέλετε, μή πως [x]ἔρις, [y]ζῆλος, θυμοί, ἐριθεῖαι, καταλαλιαί, ψιθυρισμοί, φυσιώσεις, ἀκαταστασίαι· 21 μὴ πάλιν [z]ἐλθόντος μου [aa]ταπεινώσῃ [ab]με ὁ θεός μου πρὸς ὑμᾶς, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀκαθαρσίᾳ καὶ πορνείᾳ καὶ ἀσελγείᾳ ᾗ ἔπραξαν.

Footnotes:

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:1 δεῖ WH Treg NIV ] δὴ RP
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:1 συμφέρον μέν WH Treg NIV ] συμφέρει μοι RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:1 δὲ WH Treg NIV ] γὰρ RP
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:3 χωρὶς WH Treg NIV ] ἐκτὸς RP
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:5 ἀσθενείαις WH Treg NIV ] + μου RP
  6. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:6 τι NIV RP ] – WH Treg
  7. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:7 διὸ WH Treg NIV ] – RP
  8. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:7 Σατανᾶ WH Treg NIV ] Σατᾶν RP
  9. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:7 ἵνα μὴ ὑπεραίρωμαι WH NIV RP ] – Treg
  10. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:9 δύναμις WH Treg NIV ] + μου RP
  11. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:9 τελεῖται WH Treg NIV ] τελειοῦται RP
  12. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:9 μου Treg NIV RP ] – WH
  13. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:10 καὶ WH NIV ] ἐν Treg RP
  14. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:11 ἄφρων WH Treg NIV ] + καυχώμενος RP
  15. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:12 ὑπομονῇ WH Treg NIV ] + ἐν RP
  16. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:12 τε WH NIV ] – Treg RP
  17. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:13 ἡσσώθητε WH Treg NIV ] ἡττήθητε RP
  18. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:14 τοῦτο WH Treg NIV ] – RP
  19. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:14 καταναρκήσω WH Treg NIV ] + ὑμῶν RP
  20. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:15 εἰ WH Treg NIV ] + καὶ RP
  21. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:15 ἀγαπῶν Treg NIV RP ] ἀγαπῶ WH
  22. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:19 Πάλαι WH Treg NIV ] Πάλιν RP
  23. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:19 κατέναντι WH Treg NIV ] Κατενώπιον τοῦ RP
  24. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:20 ἔρις WH NIV ] ἔρεις Treg RP
  25. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:20 ζῆλος WH Treg NIV ] ζῆλοι RP
  26. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:21 ἐλθόντος μου WH Treg NIV ] ἐλθόντα με RP
  27. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:21 ταπεινώσῃ WH NIV ] ταπεινώσει Treg RP
  28. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12:21 με WH Treg NIV ] – RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes