A A A A A
Bible Book List

ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 41881 Westcott-Hort New Testament (WHNU)

παρακαλω ουν υμας εγω ο δεσμιος εν κυριω αξιως περιπατησαι της κλησεως ης εκληθητε

μετα πασης ταπεινοφροσυνης και πραυτητος μετα μακροθυμιας ανεχομενοι αλληλων εν αγαπη

σπουδαζοντες τηρειν την ενοτητα του πνευματος εν τω συνδεσμω της ειρηνης

εν σωμα και εν πνευμα καθως [και] εκληθητε εν μια ελπιδι της κλησεως υμων

εις κυριος μια πιστις εν βαπτισμα

εις θεος και πατηρ παντων ο επι παντων και δια παντων και εν πασιν

ενι δε εκαστω ημων εδοθη [η] χαρις κατα το μετρον της δωρεας του χριστου

διο λεγει αναβας εις υψος ηχμαλωτευσεν αιχμαλωσιαν [και] εδωκεν δοματα τοις ανθρωποις

το δε ανεβη τι εστιν ει μη οτι και κατεβη εις τα κατωτερα μερη της γης

10 ο καταβας αυτος εστιν και ο αναβας υπερανω παντων των ουρανων ινα πληρωση τα παντα

11 και αυτος εδωκεν τους μεν αποστολους τους δε προφητας τους δε ευαγγελιστας τους δε ποιμενας και διδασκαλους

12 προς τον καταρτισμον των αγιων εις εργον διακονιας εις οικοδομην του σωματος του χριστου

13 μεχρι καταντησωμεν οι παντες εις την ενοτητα της πιστεως και της επιγνωσεως του υιου του θεου εις ανδρα τελειον εις μετρον ηλικιας του πληρωματος του χριστου

14 ινα μηκετι ωμεν νηπιοι κλυδωνιζομενοι και περιφερομενοι παντι ανεμω της διδασκαλιας εν τη κυβεια των ανθρωπων εν πανουργια προς την μεθοδειαν της πλανης

15 αληθευοντες δε εν αγαπη αυξησωμεν εις αυτον τα παντα ος εστιν η κεφαλη χριστος

16 εξ ου παν το σωμα συναρμολογουμενον και συμβιβαζομενον δια πασης αφης της επιχορηγιας κατ ενεργειαν εν μετρω ενος εκαστου μερους την αυξησιν του σωματος ποιειται εις οικοδομην εαυτου εν αγαπη

17 τουτο ουν λεγω και μαρτυρομαι εν κυριω μηκετι υμας περιπατειν καθως και τα εθνη περιπατει εν ματαιοτητι του νοος αυτων

18 εσκοτωμενοι τη διανοια οντες απηλλοτριωμενοι της ζωης του θεου δια την αγνοιαν την ουσαν εν αυτοις δια την πωρωσιν της καρδιας αυτων

19 οιτινες απηλγηκοτες εαυτους παρεδωκαν τη ασελγεια εις εργασιαν ακαθαρσιας πασης εν πλεονεξια

20 υμεις δε ουχ ουτως εμαθετε τον χριστον

21 ει γε αυτον ηκουσατε και εν αυτω εδιδαχθητε καθως εστιν αληθεια εν τω ιησου

22 αποθεσθαι υμας κατα την προτεραν αναστροφην τον παλαιον ανθρωπον τον φθειρομενον κατα τας επιθυμιας της απατης

23 ανανεουσθαι δε τω πνευματι του νοος υμων

24 και ενδυσασθαι τον καινον ανθρωπον τον κατα θεον κτισθεντα εν δικαιοσυνη και οσιοτητι της αληθειας

25 διο αποθεμενοι το ψευδος λαλειτε αληθειαν εκαστος μετα του πλησιον αυτου οτι εσμεν αλληλων μελη

26 οργιζεσθε και μη αμαρτανετε ο ηλιος μη επιδυετω επι παροργισμω υμων

27 μηδε διδοτε τοπον τω διαβολω

28 ο κλεπτων μηκετι κλεπτετω μαλλον δε κοπιατω εργαζομενος ταις χερσιν το αγαθον ινα εχη μεταδιδοναι τω χρειαν εχοντι

29 πας λογος σαπρος εκ του στοματος υμων μη εκπορευεσθω αλλα ει τις αγαθος προς οικοδομην της χρειας ινα δω χαριν τοις ακουουσιν

30 και μη λυπειτε το πνευμα το αγιον του θεου εν ω εσφραγισθητε εις ημεραν απολυτρωσεως

31 πασα πικρια και θυμος και οργη και κραυγη και βλασφημια αρθητω αφ υμων συν παση κακια

32 γινεσθε [δε] εις αλληλους χρηστοι ευσπλαγχνοι χαριζομενοι εαυτοις καθως και ο θεος εν χριστω εχαρισατο υμιν

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes