A A A A A
Bible Book List

ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 31894 Scrivener New Testament (TR1894)

τουτου χαριν εγω παυλος ο δεσμιος του χριστου ιησου υπερ υμων των εθνων

ειγε ηκουσατε την οικονομιαν της χαριτος του θεου της δοθεισης μοι εις υμας

οτι κατα αποκαλυψιν εγνωρισεν μοι το μυστηριον καθως προεγραψα εν ολιγω

προς ο δυνασθε αναγινωσκοντες νοησαι την συνεσιν μου εν τω μυστηριω του χριστου

ο εν ετεραις γενεαις ουκ εγνωρισθη τοις υιοις των ανθρωπων ως νυν απεκαλυφθη τοις αγιοις αποστολοις αυτου και προφηταις εν πνευματι

ειναι τα εθνη συγκληρονομα και συσσωμα και συμμετοχα της επαγγελιας αυτου εν τω χριστω δια του ευαγγελιου

ου εγενομην διακονος κατα την δωρεαν της χαριτος του θεου την δοθεισαν μοι κατα την ενεργειαν της δυναμεως αυτου

εμοι τω ελαχιστοτερω παντων των αγιων εδοθη η χαρις αυτη εν τοις εθνεσιν ευαγγελισασθαι τον ανεξιχνιαστον πλουτον του χριστου

και φωτισαι παντας τις η κοινωνια του μυστηριου του αποκεκρυμμενου απο των αιωνων εν τω θεω τω τα παντα κτισαντι δια ιησου χριστου

10 ινα γνωρισθη νυν ταις αρχαις και ταις εξουσιαις εν τοις επουρανιοις δια της εκκλησιας η πολυποικιλος σοφια του θεου

11 κατα προθεσιν των αιωνων ην εποιησεν εν χριστω ιησου τω κυριω ημων

12 εν ω εχομεν την παρρησιαν και την προσαγωγην εν πεποιθησει δια της πιστεως αυτου

13 διο αιτουμαι μη εκκακειν εν ταις θλιψεσιν μου υπερ υμων ητις εστιν δοξα υμων

14 τουτου χαριν καμπτω τα γονατα μου προς τον πατερα του κυριου ημων ιησου χριστου

15 εξ ου πασα πατρια εν ουρανοις και επι γης ονομαζεται

16 ινα δωη υμιν κατα τον πλουτον της δοξης αυτου δυναμει κραταιωθηναι δια του πνευματος αυτου εις τον εσω ανθρωπον

17 κατοικησαι τον χριστον δια της πιστεως εν ταις καρδιαις υμων

18 εν αγαπη ερριζωμενοι και τεθεμελιωμενοι ινα εξισχυσητε καταλαβεσθαι συν πασιν τοις αγιοις τι το πλατος και μηκος και βαθος και υψος

19 γνωναι τε την υπερβαλλουσαν της γνωσεως αγαπην του χριστου ινα πληρωθητε εις παν το πληρωμα του θεου

20 τω δε δυναμενω υπερ παντα ποιησαι υπερ εκ περισσου ων αιτουμεθα η νοουμεν κατα την δυναμιν την ενεργουμενην εν ημιν

21 αυτω η δοξα εν τη εκκλησια εν χριστω ιησου εις πασας τας γενεας του αιωνος των αιωνων αμην

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes