A A A A A
Bible Book List

ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 3SBL Greek New Testament (SBLGNT)

Τούτου χάριν ἐγὼ Παῦλος ὁ δέσμιος τοῦ Χριστοῦ Ἰησοῦ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν— εἴ γε ἠκούσατε τὴν οἰκονομίαν τῆς χάριτος τοῦ θεοῦ τῆς δοθείσης μοι εἰς ὑμᾶς· [a]κατὰ ἀποκάλυψιν [b]ἐγνωρίσθη μοι τὸ μυστήριον, καθὼς προέγραψα ἐν ὀλίγῳ, πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ, ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν πνεύματι, εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα τῆς ἐπαγγελίας [c]ἐν Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου, οὗ [d]ἐγενήθην διάκονος κατὰ τὴν δωρεὰν τῆς χάριτος τοῦ θεοῦ [e]τῆς δοθείσης μοι κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ— ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη— [f]τοῖς ἔθνεσιν εὐαγγελίσασθαι [g]τὸ ἀνεξιχνίαστον πλοῦτος τοῦ Χριστοῦ, καὶ φωτίσαι [h]πάντας τίς ἡ οἰκονομία τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ θεῷ τῷ τὰ πάντα [i]κτίσαντι, 10 ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ, 11 κατὰ πρόθεσιν τῶν αἰώνων ἣν ἐποίησεν ἐν [j]τῷ Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, 12 ἐν ᾧ ἔχομεν τὴν παρρησίαν [k]καὶ προσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως αὐτοῦ. 13 διὸ αἰτοῦμαι μὴ [l]ἐγκακεῖν ἐν ταῖς θλίψεσίν μου ὑπὲρ ὑμῶν, ἥτις ἐστὶν δόξα ὑμῶν.

14 Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν [m]πατέρα, 15 ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται, 16 ἵνα [n]δῷ ὑμῖν κατὰ [o]τὸ πλοῦτος τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον, 17 κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν ἐν ἀγάπῃ· ἐρριζωμένοι καὶ τεθεμελιωμένοι, 18 ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσιν τοῖς ἁγίοις τί τὸ πλάτος καὶ μῆκος καὶ [p]ὕψος καὶ βάθος, 19 γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ, ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ.

20 Τῷ δὲ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι ὑπερεκπερισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν κατὰ τὴν δύναμιν τὴν ἐνεργουμένην ἐν ἡμῖν, 21 αὐτῷ ἡ δόξα ἐν τῇ ἐκκλησίᾳ [q]καὶ ἐν Χριστῷ Ἰησοῦ εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος τῶν αἰώνων· ἀμήν.

Footnotes:

  1. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 3:3 κατὰ Holmes WHmarg ] ὅτι κατὰ WH Treg NIV RP
  2. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 3:3 ἐγνωρίσθη WH Treg NIV ] ἐγνώρισέν RP
  3. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 3:6 ἐν Χριστῷ Ἰησοῦ WH Treg NIV ] αὐτοῦ ἐν τῷ Χριστῷ RP
  4. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 3:7 ἐγενήθην WH Treg NIV ] ἐγενόμην RP
  5. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 3:7 τῆς δοθείσης WH Treg NIV ] τὴν δοθεῖσάν RP
  6. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 3:8 τοῖς WH Treg NIV] ἐν τοῖς RP
  7. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 3:8 τὸ ἀνεξιχνίαστον πλοῦτος WH Treg NIV ] τὸν ἀνεξιχνίαστον πλοῦτον RP
  8. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 3:9 πάντας Treg NIV RP ] – WH
  9. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 3:9 κτίσαντι WH Treg NIV ] + διὰ Ἰησοῦ Χριστοῦ RP
  10. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 3:11 τῷ WH Treg NIV ] – RP
  11. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 3:12 καὶ WH Treg NIV ] + τὴν RP
  12. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 3:13 ἐγκακεῖν WH Treg NIV ] ἐκκακεῖν RP
  13. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 3:14 πατέρα WH Treg NIV ] + τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ RP
  14. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 3:16 δῷ WH Treg NIV ] δῴη RP
  15. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 3:16 τὸ πλοῦτος WH Treg NIV ] τὸν πλοῦτον RP
  16. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 3:18 ὕψος καὶ βάθος WH Treg NIV ] βάθος καὶ ὕψος RP
  17. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 3:21 καὶ WH Treg NIV ] – RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes