A A A A A
Bible Book List

ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 21881 Westcott-Hort New Testament (WHNU)

και υμας οντας νεκρους τοις παραπτωμασιν και ταις αμαρτιαις υμων

εν αις ποτε περιεπατησατε κατα τον αιωνα του κοσμου τουτου κατα τον αρχοντα της εξουσιας του αερος του πνευματος του νυν ενεργουντος εν τοις υιοις της απειθειας

εν οις και ημεις παντες ανεστραφημεν ποτε εν ταις επιθυμιαις της σαρκος ημων ποιουντες τα θεληματα της σαρκος και των διανοιων και ημεθα τεκνα φυσει οργης ως και οι λοιποι

ο δε θεος πλουσιος ων εν ελεει δια την πολλην αγαπην αυτου ην ηγαπησεν ημας

και οντας ημας νεκρους τοις παραπτωμασιν συνεζωοποιησεν τω χριστω χαριτι εστε σεσωσμενοι

και συνηγειρεν και συνεκαθισεν εν τοις επουρανιοις εν χριστω ιησου

ινα ενδειξηται εν τοις αιωσιν τοις επερχομενοις το υπερβαλλον πλουτος της χαριτος αυτου εν χρηστοτητι εφ ημας εν χριστω ιησου

τη γαρ χαριτι εστε σεσωσμενοι δια πιστεως και τουτο ουκ εξ υμων θεου το δωρον

ουκ εξ εργων ινα μη τις καυχησηται

10 αυτου γαρ εσμεν ποιημα κτισθεντες εν χριστω ιησου επι εργοις αγαθοις οις προητοιμασεν ο θεος ινα εν αυτοις περιπατησωμεν

11 διο μνημονευετε οτι ποτε υμεις τα εθνη εν σαρκι οι λεγομενοι ακροβυστια υπο της λεγομενης περιτομης εν σαρκι χειροποιητου

12 οτι ητε τω καιρω εκεινω χωρις χριστου απηλλοτριωμενοι της πολιτειας του ισραηλ και ξενοι των διαθηκων της επαγγελιας ελπιδα μη εχοντες και αθεοι εν τω κοσμω

13 νυνι δε εν χριστω ιησου υμεις οι ποτε οντες μακραν εγενηθητε εγγυς εν τω αιματι του χριστου

14 αυτος γαρ εστιν η ειρηνη ημων ο ποιησας τα αμφοτερα εν και το μεσοτοιχον του φραγμου λυσας

15 την εχθραν εν τη σαρκι αυτου τον νομον των εντολων εν δογμασιν καταργησας ινα τους δυο κτιση εν αυτω εις ενα καινον ανθρωπον ποιων ειρηνην

16 και αποκαταλλαξη τους αμφοτερους εν ενι σωματι τω θεω δια του σταυρου αποκτεινας την εχθραν εν αυτω

17 και ελθων ευηγγελισατο ειρηνην υμιν τοις μακραν και ειρηνην τοις εγγυς

18 οτι δι αυτου εχομεν την προσαγωγην οι αμφοτεροι εν ενι πνευματι προς τον πατερα

19 αρα ουν ουκετι εστε ξενοι και παροικοι αλλα εστε συμπολιται των αγιων και οικειοι του θεου

20 εποικοδομηθεντες επι τω θεμελιω των αποστολων και προφητων οντος ακρογωνιαιου αυτου χριστου ιησου

21 εν ω πασα οικοδομη συναρμολογουμενη αυξει εις ναον αγιον εν κυριω

22 εν ω και υμεις συνοικοδομεισθε εις κατοικητηριον του θεου εν πνευματι

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes