A A A A A
Bible Book List

ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 91881 Westcott-Hort New Testament (WHNU)

ο δε σαυλος ετι εμπνεων απειλης και φονου εις τους μαθητας του κυριου προσελθων τω αρχιερει

ητησατο παρ αυτου επιστολας εις δαμασκον προς τας συναγωγας οπως εαν τινας ευρη της οδου οντας ανδρας τε και γυναικας δεδεμενους αγαγη εις ιερουσαλημ

εν δε τω πορευεσθαι εγενετο αυτον εγγιζειν τη δαμασκω εξαιφνης τε αυτον περιηστραψεν φως εκ του ουρανου

και πεσων επι την γην ηκουσεν φωνην λεγουσαν αυτω σαουλ σαουλ τι με διωκεις

ειπεν δε τις ει κυριε ο δε εγω ειμι ιησους ον συ διωκεις

αλλα αναστηθι και εισελθε εις την πολιν και λαληθησεται σοι ο τι σε δει ποιειν

οι δε ανδρες οι συνοδευοντες αυτω ειστηκεισαν ενεοι ακουοντες μεν της φωνης μηδενα δε θεωρουντες

ηγερθη δε σαυλος απο της γης ανεωγμενων δε των οφθαλμων αυτου ουδεν εβλεπεν χειραγωγουντες δε αυτον εισηγαγον εις δαμασκον

και ην ημερας τρεις μη βλεπων και ουκ εφαγεν ουδε επιεν

10 ην δε τις μαθητης εν δαμασκω ονοματι ανανιας και ειπεν προς αυτον εν οραματι ο κυριος ανανια ο δε ειπεν ιδου εγω κυριε

11 ο δε κυριος προς αυτον αναστα πορευθητι επι την ρυμην την καλουμενην ευθειαν και ζητησον εν οικια ιουδα σαυλον ονοματι ταρσεα ιδου γαρ προσευχεται

12 και ειδεν ανδρα [εν οραματι] ανανιαν ονοματι εισελθοντα και επιθεντα αυτω [τας] χειρας οπως αναβλεψη

13 απεκριθη δε ανανιας κυριε ηκουσα απο πολλων περι του ανδρος τουτου οσα κακα τοις αγιοις σου εποιησεν εν ιερουσαλημ

14 και ωδε εχει εξουσιαν παρα των αρχιερεων δησαι παντας τους επικαλουμενους το ονομα σου

15 ειπεν δε προς αυτον ο κυριος πορευου οτι σκευος εκλογης εστιν μοι ουτος του βαστασαι το ονομα μου ενωπιον [των] εθνων τε και βασιλεων υιων τε ισραηλ

16 εγω γαρ υποδειξω αυτω οσα δει αυτον υπερ του ονοματος μου παθειν

17 απηλθεν δε ανανιας και εισηλθεν εις την οικιαν και επιθεις επ αυτον τας χειρας ειπεν σαουλ αδελφε ο κυριος απεσταλκεν με ιησους ο οφθεις σοι εν τη οδω η ηρχου οπως αναβλεψης και πλησθης πνευματος αγιου

18 και ευθεως απεπεσαν αυτου απο των οφθαλμων ως λεπιδες ανεβλεψεν τε και αναστας εβαπτισθη

19 και λαβων τροφην ενισχυθη εγενετο δε μετα των εν δαμασκω μαθητων ημερας τινας

20 και ευθεως εν ταις συναγωγαις εκηρυσσεν τον ιησουν οτι ουτος εστιν ο υιος του θεου

21 εξισταντο δε παντες οι ακουοντες και ελεγον ουχ ουτος εστιν ο πορθησας εν ιερουσαλημ τους επικαλουμενους το ονομα τουτο και ωδε εις τουτο εληλυθει ινα δεδεμενους αυτους αγαγη επι τους αρχιερεις

22 σαυλος δε μαλλον ενεδυναμουτο και συνεχυννεν ιουδαιους τους κατοικουντας εν δαμασκω συμβιβαζων οτι ουτος εστιν ο χριστος

23 ως δε επληρουντο ημεραι ικαναι συνεβουλευσαντο οι ιουδαιοι ανελειν αυτον

24 εγνωσθη δε τω σαυλω η επιβουλη αυτων παρετηρουντο δε και τας πυλας ημερας τε και νυκτος οπως αυτον ανελωσιν

25 λαβοντες δε οι μαθηται αυτου νυκτος δια του τειχους καθηκαν αυτον χαλασαντες εν σπυριδι

26 παραγενομενος δε εις ιερουσαλημ επειραζεν κολλασθαι τοις μαθηταις και παντες εφοβουντο αυτον μη πιστευοντες οτι εστιν μαθητης

27 βαρναβας δε επιλαβομενος αυτον ηγαγεν προς τους αποστολους και διηγησατο αυτοις πως εν τη οδω ειδεν τον κυριον και οτι ελαλησεν αυτω και πως εν δαμασκω επαρρησιασατο εν τω ονοματι ιησου

28 και ην μετ αυτων εισπορευομενος και εκπορευομενος εις ιερουσαλημ παρρησιαζομενος εν τω ονοματι του κυριου

29 ελαλει τε και συνεζητει προς τους ελληνιστας οι δε επεχειρουν ανελειν αυτον

30 επιγνοντες δε οι αδελφοι κατηγαγον αυτον εις καισαρειαν και εξαπεστειλαν αυτον εις ταρσον

31 η μεν ουν εκκλησια καθ ολης της ιουδαιας και γαλιλαιας και σαμαρειας ειχεν ειρηνην οικοδομουμενη και πορευομενη τω φοβω του κυριου και τη παρακλησει του αγιου πνευματος επληθυνετο

32 εγενετο δε πετρον διερχομενον δια παντων κατελθειν και προς τους αγιους τους κατοικουντας λυδδα

33 ευρεν δε εκει ανθρωπον τινα ονοματι αινεαν εξ ετων οκτω κατακειμενον επι κραβαττου ος ην παραλελυμενος

34 και ειπεν αυτω ο πετρος αινεα ιαται σε ιησους χριστος αναστηθι και στρωσον σεαυτω και ευθεως ανεστη

35 και ειδαν αυτον παντες οι κατοικουντες λυδδα και τον σαρωνα οιτινες επεστρεψαν επι τον κυριον

36 εν ιοππη δε τις ην μαθητρια ονοματι ταβιθα η διερμηνευομενη λεγεται δορκας αυτη ην πληρης εργων αγαθων και ελεημοσυνων ων εποιει

37 εγενετο δε εν ταις ημεραις εκειναις ασθενησασαν αυτην αποθανειν λουσαντες δε εθηκαν εν υπερωω

38 εγγυς δε ουσης λυδδας τη ιοππη οι μαθηται ακουσαντες οτι πετρος εστιν εν αυτη απεστειλαν δυο ανδρας προς αυτον παρακαλουντες μη οκνησης διελθειν εως ημων

39 αναστας δε πετρος συνηλθεν αυτοις ον παραγενομενον ανηγαγον εις το υπερωον και παρεστησαν αυτω πασαι αι χηραι κλαιουσαι και επιδεικνυμεναι χιτωνας και ιματια οσα εποιει μετ αυτων ουσα η δορκας

40 εκβαλων δε εξω παντας ο πετρος και θεις τα γονατα προσηυξατο και επιστρεψας προς το σωμα ειπεν ταβιθα αναστηθι η δε ηνοιξεν τους οφθαλμους αυτης και ιδουσα τον πετρον ανεκαθισεν

41 δους δε αυτη χειρα ανεστησεν αυτην φωνησας δε τους αγιους και τας χηρας παρεστησεν αυτην ζωσαν

42 γνωστον δε εγενετο καθ ολης ιοππης και επιστευσαν πολλοι επι τον κυριον

43 εγενετο δε ημερας ικανας μειναι εν ιοππη παρα τινι σιμωνι βυρσει

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes