A A A A A
Bible Book List

ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 261881 Westcott-Hort New Testament (WHNU)

26 αγριππας δε προς τον παυλον εφη επιτρεπεται σοι υπερ σεαυτου λεγειν τοτε ο παυλος εκτεινας την χειρα απελογειτο

περι παντων ων εγκαλουμαι υπο ιουδαιων βασιλευ αγριππα ηγημαι εμαυτον μακαριον επι σου μελλων σημερον απολογεισθαι

μαλιστα γνωστην οντα σε παντων των κατα ιουδαιους εθων τε και ζητηματων διο δεομαι μακροθυμως ακουσαι μου

την μεν ουν βιωσιν μου εκ νεοτητος την απ αρχης γενομενην εν τω εθνει μου εν τε ιεροσολυμοις ισασιν παντες ιουδαιοι

προγινωσκοντες με ανωθεν εαν θελωσιν μαρτυρειν οτι κατα την ακριβεστατην αιρεσιν της ημετερας θρησκειας εζησα φαρισαιος

και νυν επ ελπιδι της εις τους πατερας ημων επαγγελιας γενομενης υπο του θεου εστηκα κρινομενος

εις ην το δωδεκαφυλον ημων εν εκτενεια νυκτα και ημεραν λατρευον ελπιζει καταντησαι περι ης ελπιδος εγκαλουμαι υπο ιουδαιων βασιλευ

τι απιστον κρινεται παρ υμιν ει ο θεος νεκρους εγειρει

εγω μεν ουν εδοξα εμαυτω προς το ονομα ιησου του ναζωραιου δειν πολλα εναντια πραξαι

10 ο και εποιησα εν ιεροσολυμοις και πολλους τε των αγιων εγω εν φυλακαις κατεκλεισα την παρα των αρχιερεων εξουσιαν λαβων αναιρουμενων τε αυτων κατηνεγκα ψηφον

11 και κατα πασας τας συναγωγας πολλακις τιμωρων αυτους ηναγκαζον βλασφημειν περισσως τε εμμαινομενος αυτοις εδιωκον εως και εις τας εξω πολεις

12 εν οις πορευομενος εις την δαμασκον μετ εξουσιας και επιτροπης της των αρχιερεων

13 ημερας μεσης κατα την οδον ειδον βασιλευ ουρανοθεν υπερ την λαμπροτητα του ηλιου περιλαμψαν με φως και τους συν εμοι πορευομενους

14 παντων τε καταπεσοντων ημων εις την γην ηκουσα φωνην λεγουσαν προς με τη εβραιδι διαλεκτω σαουλ σαουλ τι με διωκεις σκληρον σοι προς κεντρα λακτιζειν

15 εγω δε ειπα τις ει κυριε ο δε κυριος ειπεν εγω ειμι ιησους ον συ διωκεις

16 αλλα αναστηθι και στηθι επι τους ποδας σου εις τουτο γαρ ωφθην σοι προχειρισασθαι σε υπηρετην και μαρτυρα ων τε ειδες με ων τε οφθησομαι σοι

17 εξαιρουμενος σε εκ του λαου και εκ των εθνων εις ους εγω αποστελλω σε

18 ανοιξαι οφθαλμους αυτων του επιστρεψαι απο σκοτους εις φως και της εξουσιας του σατανα επι τον θεον του λαβειν αυτους αφεσιν αμαρτιων και κληρον εν τοις ηγιασμενοις πιστει τη εις εμε

19 οθεν βασιλευ αγριππα ουκ εγενομην απειθης τη ουρανιω οπτασια

20 αλλα τοις εν δαμασκω πρωτον τε και ιεροσολυμοις πασαν τε την χωραν της ιουδαιας και τοις εθνεσιν απηγγελλον μετανοειν και επιστρεφειν επι τον θεον αξια της μετανοιας εργα πρασσοντας

21 ενεκα τουτων με ιουδαιοι συλλαβομενοι εν τω ιερω επειρωντο διαχειρισασθαι

22 επικουριας ουν τυχων της απο του θεου αχρι της ημερας ταυτης εστηκα μαρτυρομενος μικρω τε και μεγαλω ουδεν εκτος λεγων ων τε οι προφηται ελαλησαν μελλοντων γινεσθαι και μωυσης

23 ει παθητος ο χριστος ει πρωτος εξ αναστασεως νεκρων φως μελλει καταγγελλειν τω τε λαω και τοις εθνεσιν

24 ταυτα δε αυτου απολογουμενου ο φηστος μεγαλη τη φωνη φησιν μαινη παυλε τα πολλα σε γραμματα εις μανιαν περιτρεπει

25 ο δε παυλος ου μαινομαι φησιν κρατιστε φηστε αλλα αληθειας και σωφροσυνης ρηματα αποφθεγγομαι

26 επισταται γαρ περι τουτων ο βασιλευς προς ον παρρησιαζομενος λαλω λανθανειν γαρ αυτον τουτων ου πειθομαι ουθεν ου γαρ εστιν εν γωνια πεπραγμενον τουτο

27 πιστευεις βασιλευ αγριππα τοις προφηταις οιδα οτι πιστευεις

28 ο δε αγριππας προς τον παυλον εν ολιγω με πειθεις χριστιανον ποιησαι

29 ο δε παυλος ευξαιμην αν τω θεω και εν ολιγω και εν μεγαλω ου μονον σε αλλα και παντας τους ακουοντας μου σημερον γενεσθαι τοιουτους οποιος και εγω ειμι παρεκτος των δεσμων τουτων

30 ανεστη τε ο βασιλευς και ο ηγεμων η τε βερνικη και οι συγκαθημενοι αυτοις

31 και αναχωρησαντες ελαλουν προς αλληλους λεγοντες οτι ουδεν θανατου η δεσμων αξιον πρασσει ο ανθρωπος ουτος

32 αγριππας δε τω φηστω εφη απολελυσθαι εδυνατο ο ανθρωπος ουτος ει μη επεκεκλητο καισαρα

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes