A A A A A
Bible Book List

ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 231881 Westcott-Hort New Testament (WHNU)

23 ατενισας δε παυλος τω συνεδριω ειπεν ανδρες αδελφοι εγω παση συνειδησει αγαθη πεπολιτευμαι τω θεω αχρι ταυτης της ημερας

ο δε αρχιερευς ανανιας επεταξεν τοις παρεστωσιν αυτω τυπτειν αυτου το στομα

τοτε ο παυλος προς αυτον ειπεν τυπτειν σε μελλει ο θεος τοιχε κεκονιαμενε και συ καθη κρινων με κατα τον νομον και παρανομων κελευεις με τυπτεσθαι

οι δε παρεστωτες ειπαν τον αρχιερεα του θεου λοιδορεις

εφη τε ο παυλος ουκ ηδειν αδελφοι οτι εστιν αρχιερευς γεγραπται γαρ οτι αρχοντα του λαου σου ουκ ερεις κακως

γνους δε ο παυλος οτι το εν μερος εστιν σαδδουκαιων το δε ετερον φαρισαιων εκραζεν εν τω συνεδριω ανδρες αδελφοι εγω φαρισαιος ειμι υιος φαρισαιων περι ελπιδος και αναστασεως νεκρων κρινομαι

τουτο δε αυτου λαλουντος εγενετο στασις των φαρισαιων και σαδδουκαιων και εσχισθη το πληθος

σαδδουκαιοι γαρ λεγουσιν μη ειναι αναστασιν μητε αγγελον μητε πνευμα φαρισαιοι δε ομολογουσιν τα αμφοτερα

εγενετο δε κραυγη μεγαλη και ανασταντες τινες των γραμματεων του μερους των φαρισαιων διεμαχοντο λεγοντες ουδεν κακον ευρισκομεν εν τω ανθρωπω τουτω ει δε πνευμα ελαλησεν αυτω η αγγελος

10 πολλης δε γινομενης στασεως φοβηθεις ο χιλιαρχος μη διασπασθη ο παυλος υπ αυτων εκελευσεν το στρατευμα καταβαν αρπασαι αυτον εκ μεσου αυτων αγειν εις την παρεμβολην

11 τη δε επιουση νυκτι επιστας αυτω ο κυριος ειπεν θαρσει ως γαρ διεμαρτυρω τα περι εμου εις ιερουσαλημ ουτως σε δει και εις ρωμην μαρτυρησαι

12 γενομενης δε ημερας ποιησαντες συστροφην οι ιουδαιοι ανεθεματισαν εαυτους λεγοντες μητε φαγειν μητε πιειν εως ου αποκτεινωσιν τον παυλον

13 ησαν δε πλειους τεσσερακοντα οι ταυτην την συνωμοσιαν ποιησαμενοι

14 οιτινες προσελθοντες τοις αρχιερευσιν και τοις πρεσβυτεροις ειπαν αναθεματι ανεθεματισαμεν εαυτους μηδενος γευσασθαι εως ου αποκτεινωμεν τον παυλον

15 νυν ουν υμεις εμφανισατε τω χιλιαρχω συν τω συνεδριω οπως καταγαγη αυτον εις υμας ως μελλοντας διαγινωσκειν ακριβεστερον τα περι αυτου ημεις δε προ του εγγισαι αυτον ετοιμοι εσμεν του ανελειν αυτον

16 ακουσας δε ο υιος της αδελφης παυλου την ενεδραν παραγενομενος και εισελθων εις την παρεμβολην απηγγειλεν τω παυλω

17 προσκαλεσαμενος δε ο παυλος ενα των εκατονταρχων εφη τον νεανιαν τουτον απαγε προς τον χιλιαρχον εχει γαρ απαγγειλαι τι αυτω

18 ο μεν ουν παραλαβων αυτον ηγαγεν προς τον χιλιαρχον και φησιν ο δεσμιος παυλος προσκαλεσαμενος με ηρωτησεν τουτον τον νεανιαν αγαγειν προς σε εχοντα τι λαλησαι σοι

19 επιλαβομενος δε της χειρος αυτου ο χιλιαρχος και αναχωρησας κατ ιδιαν επυνθανετο τι εστιν ο εχεις απαγγειλαι μοι

20 ειπεν δε οτι οι ιουδαιοι συνεθεντο του ερωτησαι σε οπως αυριον τον παυλον καταγαγης εις το συνεδριον ως μελλων τι ακριβεστερον πυνθανεσθαι περι αυτου

21 συ ουν μη πεισθης αυτοις ενεδρευουσιν γαρ αυτον εξ αυτων ανδρες πλειους τεσσερακοντα οιτινες ανεθεματισαν εαυτους μητε φαγειν μητε πιειν εως ου ανελωσιν αυτον και νυν εισιν ετοιμοι προσδεχομενοι την απο σου επαγγελιαν

22 ο μεν ουν χιλιαρχος απελυσεν τον νεανισκον παραγγειλας μηδενι εκλαλησαι οτι ταυτα ενεφανισας προς εμε

23 και προσκαλεσαμενος τινας δυο των εκατονταρχων ειπεν ετοιμασατε στρατιωτας διακοσιους οπως πορευθωσιν εως καισαρειας και ιππεις εβδομηκοντα και δεξιολαβους διακοσιους απο τριτης ωρας της νυκτος

24 κτηνη τε παραστησαι ινα επιβιβασαντες τον παυλον διασωσωσιν προς φηλικα τον ηγεμονα

25 γραψας επιστολην εχουσαν τον τυπον τουτον

26 κλαυδιος λυσιας τω κρατιστω ηγεμονι φηλικι χαιρειν

27 τον ανδρα τουτον συλλημφθεντα υπο των ιουδαιων και μελλοντα αναιρεισθαι υπ αυτων επιστας συν τω στρατευματι εξειλαμην μαθων οτι ρωμαιος εστιν

28 βουλομενος τε επιγνωναι την αιτιαν δι ην ενεκαλουν αυτω [κατηγαγον εις το συνεδριον αυτων]

29 ον ευρον εγκαλουμενον περι ζητηματων του νομου αυτων μηδεν δε αξιον θανατου η δεσμων εχοντα εγκλημα

30 μηνυθεισης δε μοι επιβουλης εις τον ανδρα εσεσθαι εξαυτης επεμψα προς σε παραγγειλας και τοις κατηγοροις λεγειν προς αυτον επι σου

31 οι μεν ουν στρατιωται κατα το διατεταγμενον αυτοις αναλαβοντες τον παυλον ηγαγον δια νυκτος εις την αντιπατριδα

32 τη δε επαυριον εασαντες τους ιππεις απερχεσθαι συν αυτω υπεστρεψαν εις την παρεμβολην

33 οιτινες εισελθοντες εις την καισαρειαν και αναδοντες την επιστολην τω ηγεμονι παρεστησαν και τον παυλον αυτω

34 αναγνους δε και επερωτησας εκ ποιας επαρχειας εστιν και πυθομενος οτι απο κιλικιας

35 διακουσομαι σου εφη οταν και οι κατηγοροι σου παραγενωνται κελευσας εν τω πραιτωριω του ηρωδου φυλασσεσθαι αυτον

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes