A A A A A
Bible Book List

ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 221881 Westcott-Hort New Testament (WHNU)

22 ανδρες αδελφοι και πατερες ακουσατε μου της προς υμας νυνι απολογιας

ακουσαντες δε οτι τη εβραιδι διαλεκτω προσεφωνει αυτοις μαλλον παρεσχον ησυχιαν και φησιν

εγω ειμι ανηρ ιουδαιος γεγεννημενος εν ταρσω της κιλικιας ανατεθραμμενος δε εν τη πολει ταυτη παρα τους ποδας γαμαλιηλ πεπαιδευμενος κατα ακριβειαν του πατρωου νομου ζηλωτης υπαρχων του θεου καθως παντες υμεις εστε σημερον

ος ταυτην την οδον εδιωξα αχρι θανατου δεσμευων και παραδιδους εις φυλακας ανδρας τε και γυναικας

ως και ο αρχιερευς μαρτυρει μοι και παν το πρεσβυτεριον παρ ων και επιστολας δεξαμενος προς τους αδελφους εις δαμασκον επορευομην αξων και τους εκεισε οντας δεδεμενους εις ιερουσαλημ ινα τιμωρηθωσιν

εγενετο δε μοι πορευομενω και εγγιζοντι τη δαμασκω περι μεσημβριαν εξαιφνης εκ του ουρανου περιαστραψαι φως ικανον περι εμε

επεσα τε εις το εδαφος και ηκουσα φωνης λεγουσης μοι σαουλ σαουλ τι με διωκεις

εγω δε απεκριθην τις ει κυριε ειπεν τε προς εμε εγω ειμι ιησους ο ναζωραιος ον συ διωκεις

οι δε συν εμοι οντες το μεν φως εθεασαντο την δε φωνην ουκ ηκουσαν του λαλουντος μοι

10 ειπον δε τι ποιησω κυριε ο δε κυριος ειπεν προς με αναστας πορευου εις δαμασκον κακει σοι λαληθησεται περι παντων ων τετακται σοι ποιησαι

11 ως δε ουκ ενεβλεπον απο της δοξης του φωτος εκεινου χειραγωγουμενος υπο των συνοντων μοι ηλθον εις δαμασκον

12 ανανιας δε τις ανηρ ευλαβης κατα τον νομον μαρτυρουμενος υπο παντων των κατοικουντων ιουδαιων

13 ελθων προς εμε και επιστας ειπεν μοι σαουλ αδελφε αναβλεψον καγω αυτη τη ωρα ανεβλεψα εις αυτον

14 ο δε ειπεν ο θεος των πατερων ημων προεχειρισατο σε γνωναι το θελημα αυτου και ιδειν τον δικαιον και ακουσαι φωνην εκ του στοματος αυτου

15 οτι εση μαρτυς αυτω προς παντας ανθρωπους ων εωρακας και ηκουσας

16 και νυν τι μελλεις αναστας βαπτισαι και απολουσαι τας αμαρτιας σου επικαλεσαμενος το ονομα αυτου

17 εγενετο δε μοι υποστρεψαντι εις ιερουσαλημ και προσευχομενου μου εν τω ιερω γενεσθαι με εν εκστασει

18 και ιδειν αυτον λεγοντα μοι σπευσον και εξελθε εν ταχει εξ ιερουσαλημ διοτι ου παραδεξονται σου μαρτυριαν περι εμου

19 καγω ειπον κυριε αυτοι επιστανται οτι εγω ημην φυλακιζων και δερων κατα τας συναγωγας τους πιστευοντας επι σε

20 και οτε εξεχυννετο το αιμα στεφανου του μαρτυρος σου και αυτος ημην εφεστως και συνευδοκων και φυλασσων τα ιματια των αναιρουντων αυτον

21 και ειπεν προς με πορευου οτι εγω εις εθνη μακραν εξαποστελω σε

22 ηκουον δε αυτου αχρι τουτου του λογου και επηραν την φωνην αυτων λεγοντες αιρε απο της γης τον τοιουτον ου γαρ καθηκεν αυτον ζην

23 κραυγαζοντων τε αυτων και ριπτουντων τα ιματια και κονιορτον βαλλοντων εις τον αερα

24 εκελευσεν ο χιλιαρχος εισαγεσθαι αυτον εις την παρεμβολην ειπας μαστιξιν ανεταζεσθαι αυτον ινα επιγνω δι ην αιτιαν ουτως επεφωνουν αυτω

25 ως δε προετειναν αυτον τοις ιμασιν ειπεν προς τον εστωτα εκατονταρχον ο παυλος ει ανθρωπον ρωμαιον και ακατακριτον εξεστιν υμιν μαστιζειν

26 ακουσας δε ο εκατονταρχης προσελθων τω χιλιαρχω απηγγειλεν λεγων τι μελλεις ποιειν ο γαρ ανθρωπος ουτος ρωμαιος εστιν

27 προσελθων δε ο χιλιαρχος ειπεν αυτω λεγε μοι συ ρωμαιος ει ο δε εφη ναι

28 απεκριθη δε ο χιλιαρχος εγω πολλου κεφαλαιου την πολιτειαν ταυτην εκτησαμην ο δε παυλος εφη εγω δε και γεγεννημαι

29 ευθεως ουν απεστησαν απ αυτου οι μελλοντες αυτον ανεταζειν και ο χιλιαρχος δε εφοβηθη επιγνους οτι ρωμαιος εστιν και οτι αυτον ην δεδεκως

30 τη δε επαυριον βουλομενος γνωναι το ασφαλες το τι κατηγορειται υπο των ιουδαιων ελυσεν αυτον και εκελευσεν συνελθειν τους αρχιερεις και παν το συνεδριον και καταγαγων τον παυλον εστησεν εις αυτους

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes