A A A A A
Bible Book List

ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 201881 Westcott-Hort New Testament (WHNU)

20 μετα δε το παυσασθαι τον θορυβον μεταπεμψαμενος ο παυλος τους μαθητας και παρακαλεσας ασπασαμενος εξηλθεν πορευεσθαι εις μακεδονιαν

διελθων δε τα μερη εκεινα και παρακαλεσας αυτους λογω πολλω ηλθεν εις την ελλαδα

ποιησας τε μηνας τρεις γενομενης επιβουλης αυτω υπο των ιουδαιων μελλοντι αναγεσθαι εις την συριαν εγενετο γνωμης του υποστρεφειν δια μακεδονιας

συνειπετο δε αυτω σωπατρος πυρρου βεροιαιος θεσσαλονικεων δε αρισταρχος και σεκουνδος και γαιος δερβαιος και τιμοθεος ασιανοι δε τυχικος και τροφιμος

ουτοι δε προσελθοντες εμενον ημας εν τρωαδι

ημεις δε εξεπλευσαμεν μετα τας ημερας των αζυμων απο φιλιππων και ηλθομεν προς αυτους εις την τρωαδα αχρις ημερων πεντε ου διετριψαμεν ημερας επτα

εν δε τη μια των σαββατων συνηγμενων ημων κλασαι αρτον ο παυλος διελεγετο αυτοις μελλων εξιεναι τη επαυριον παρετεινεν τε τον λογον μεχρι μεσονυκτιου

ησαν δε λαμπαδες ικαναι εν τω υπερωω ου ημεν συνηγμενοι

καθεζομενος δε τις νεανιας ονοματι ευτυχος επι της θυριδος καταφερομενος υπνω βαθει διαλεγομενου του παυλου επι πλειον κατενεχθεις απο του υπνου επεσεν απο του τριστεγου κατω και ηρθη νεκρος

10 καταβας δε ο παυλος επεπεσεν αυτω και συμπεριλαβων ειπεν μη θορυβεισθε η γαρ ψυχη αυτου εν αυτω εστιν

11 αναβας δε [και] κλασας τον αρτον και γευσαμενος εφ ικανον τε ομιλησας αχρις αυγης ουτως εξηλθεν

12 ηγαγον δε τον παιδα ζωντα και παρεκληθησαν ου μετριως

13 ημεις δε προελθοντες επι το πλοιον ανηχθημεν επι την ασσον εκειθεν μελλοντες αναλαμβανειν τον παυλον ουτως γαρ διατεταγμενος ην μελλων αυτος πεζευειν

14 ως δε συνεβαλλεν ημιν εις την ασσον αναλαβοντες αυτον ηλθομεν εις μιτυληνην

15 κακειθεν αποπλευσαντες τη επιουση κατηντησαμεν αντικρυς χιου τη δε ετερα παρεβαλομεν εις σαμον τη δε εχομενη ηλθομεν εις μιλητον

16 κεκρικει γαρ ο παυλος παραπλευσαι την εφεσον οπως μη γενηται αυτω χρονοτριβησαι εν τη ασια εσπευδεν γαρ ει δυνατον ειη αυτω την ημεραν της πεντηκοστης γενεσθαι εις ιεροσολυμα

17 απο δε της μιλητου πεμψας εις εφεσον μετεκαλεσατο τους πρεσβυτερους της εκκλησιας

18 ως δε παρεγενοντο προς αυτον ειπεν αυτοις υμεις επιστασθε απο πρωτης ημερας αφ ης επεβην εις την ασιαν πως μεθ υμων τον παντα χρονον εγενομην

19 δουλευων τω κυριω μετα πασης ταπεινοφροσυνης και δακρυων και πειρασμων των συμβαντων μοι εν ταις επιβουλαις των ιουδαιων

20 ως ουδεν υπεστειλαμην των συμφεροντων του μη αναγγειλαι υμιν και διδαξαι υμας δημοσια και κατ οικους

21 διαμαρτυρομενος ιουδαιοις τε και ελλησιν την εις θεον μετανοιαν και πιστιν εις τον κυριον ημων ιησουν

22 και νυν ιδου δεδεμενος εγω τω πνευματι πορευομαι εις ιερουσαλημ τα εν αυτη συναντησοντα εμοι μη ειδως

23 πλην οτι το πνευμα το αγιον κατα πολιν διαμαρτυρεται μοι λεγον οτι δεσμα και θλιψεις με μενουσιν

24 αλλ ουδενος λογου ποιουμαι την ψυχην τιμιαν εμαυτω ως τελειωσω τον δρομον μου και την διακονιαν ην ελαβον παρα του κυριου ιησου διαμαρτυρασθαι το ευαγγελιον της χαριτος του θεου

25 και νυν ιδου εγω οιδα οτι ουκετι οψεσθε το προσωπον μου υμεις παντες εν οις διηλθον κηρυσσων την βασιλειαν

26 διοτι μαρτυρομαι υμιν εν τη σημερον ημερα οτι καθαρος ειμι απο του αιματος παντων

27 ου γαρ υπεστειλαμην του μη αναγγειλαι πασαν την βουλην του θεου υμιν

28 προσεχετε εαυτοις και παντι τω ποιμνιω εν ω υμας το πνευμα το αγιον εθετο επισκοπους ποιμαινειν την εκκλησιαν του θεου ην περιεποιησατο δια του αιματος του ιδιου

29 εγω οιδα οτι εισελευσονται μετα την αφιξιν μου λυκοι βαρεις εις υμας μη φειδομενοι του ποιμνιου

30 και εξ υμων [αυτων] αναστησονται ανδρες λαλουντες διεστραμμενα του αποσπαν τους μαθητας οπισω εαυτων

31 διο γρηγορειτε μνημονευοντες οτι τριετιαν νυκτα και ημεραν ουκ επαυσαμην μετα δακρυων νουθετων ενα εκαστον

32 και τα νυν παρατιθεμαι υμας τω κυριω και τω λογω της χαριτος αυτου τω δυναμενω οικοδομησαι και δουναι την κληρονομιαν εν τοις ηγιασμενοις πασιν

33 αργυριου η χρυσιου η ιματισμου ουδενος επεθυμησα

34 αυτοι γινωσκετε οτι ταις χρειαις μου και τοις ουσιν μετ εμου υπηρετησαν αι χειρες αυται

35 παντα υπεδειξα υμιν οτι ουτως κοπιωντας δει αντιλαμβανεσθαι των ασθενουντων μνημονευειν τε των λογων του κυριου ιησου οτι αυτος ειπεν μακαριον εστιν μαλλον διδοναι η λαμβανειν

36 και ταυτα ειπων θεις τα γονατα αυτου συν πασιν αυτοις προσηυξατο

37 ικανος δε κλαυθμος εγενετο παντων και επιπεσοντες επι τον τραχηλον του παυλου κατεφιλουν αυτον

38 οδυνωμενοι μαλιστα επι τω λογω ω ειρηκει οτι ουκετι μελλουσιν το προσωπον αυτου θεωρειν προεπεμπον δε αυτον εις το πλοιον

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes