A A A A A
Bible Book List

ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 181881 Westcott-Hort New Testament (WHNU)

18 μετα ταυτα χωρισθεις εκ των αθηνων ηλθεν εις κορινθον

και ευρων τινα ιουδαιον ονοματι ακυλαν ποντικον τω γενει προσφατως εληλυθοτα απο της ιταλιας και πρισκιλλαν γυναικα αυτου δια το διατεταχεναι κλαυδιον χωριζεσθαι παντας τους ιουδαιους απο της ρωμης προσηλθεν αυτοις

και δια το ομοτεχνον ειναι εμενεν παρ αυτοις και ηργαζοντο ησαν γαρ σκηνοποιοι τη τεχνη

διελεγετο δε εν τη συναγωγη κατα παν σαββατον επειθεν τε ιουδαιους και ελληνας

ως δε κατηλθον απο της μακεδονιας ο τε σιλας και ο τιμοθεος συνειχετο τω λογω ο παυλος διαμαρτυρομενος τοις ιουδαιοις ειναι τον χριστον ιησουν

αντιτασσομενων δε αυτων και βλασφημουντων εκτιναξαμενος τα ιματια ειπεν προς αυτους το αιμα υμων επι την κεφαλην υμων καθαρος εγω απο του νυν εις τα εθνη πορευσομαι

και μεταβας εκειθεν ηλθεν εις οικιαν τινος ονοματι τιτιου ιουστου σεβομενου τον θεον ου η οικια ην συνομορουσα τη συναγωγη

κρισπος δε ο αρχισυναγωγος επιστευσεν τω κυριω συν ολω τω οικω αυτου και πολλοι των κορινθιων ακουοντες επιστευον και εβαπτιζοντο

ειπεν δε ο κυριος εν νυκτι δι οραματος τω παυλω μη φοβου αλλα λαλει και μη σιωπησης

10 διοτι εγω ειμι μετα σου και ουδεις επιθησεται σοι του κακωσαι σε διοτι λαος εστιν μοι πολυς εν τη πολει ταυτη

11 εκαθισεν δε ενιαυτον και μηνας εξ διδασκων εν αυτοις τον λογον του θεου

12 γαλλιωνος δε ανθυπατου οντος της αχαιας κατεπεστησαν οι ιουδαιοι ομοθυμαδον τω παυλω και ηγαγον αυτον επι το βημα

13 λεγοντες οτι παρα τον νομον αναπειθει ουτος τους ανθρωπους σεβεσθαι τον θεον

14 μελλοντος δε του παυλου ανοιγειν το στομα ειπεν ο γαλλιων προς τους ιουδαιους ει μεν ην αδικημα τι η ραδιουργημα πονηρον ω ιουδαιοι κατα λογον αν ανεσχομην υμων

15 ει δε ζητηματα εστιν περι λογου και ονοματων και νομου του καθ υμας οψεσθε αυτοι κριτης εγω τουτων ου βουλομαι ειναι

16 και απηλασεν αυτους απο του βηματος

17 επιλαβομενοι δε παντες σωσθενην τον αρχισυναγωγον ετυπτον εμπροσθεν του βηματος και ουδεν τουτων τω γαλλιωνι εμελεν

18 ο δε παυλος ετι προσμεινας ημερας ικανας τοις αδελφοις αποταξαμενος εξεπλει εις την συριαν και συν αυτω πρισκιλλα και ακυλας κειραμενος εν κεγχρεαις την κεφαλην ειχεν γαρ ευχην

19 κατηντησαν δε εις εφεσον κακεινους κατελιπεν αυτου αυτος δε εισελθων εις την συναγωγην διελεξατο τοις ιουδαιοις

20 ερωτωντων δε αυτων επι πλειονα χρονον μειναι ουκ επενευσεν

21 αλλα αποταξαμενος και ειπων παλιν ανακαμψω προς υμας του θεου θελοντος ανηχθη απο της εφεσου

22 και κατελθων εις καισαρειαν αναβας και ασπασαμενος την εκκλησιαν κατεβη εις αντιοχειαν

23 και ποιησας χρονον τινα εξηλθεν διερχομενος καθεξης την γαλατικην χωραν και φρυγιαν στηριζων παντας τους μαθητας

24 ιουδαιος δε τις απολλως ονοματι αλεξανδρευς τω γενει ανηρ λογιος κατηντησεν εις εφεσον δυνατος ων εν ταις γραφαις

25 ουτος ην κατηχημενος την οδον του κυριου και ζεων τω πνευματι ελαλει και εδιδασκεν ακριβως τα περι του ιησου επισταμενος μονον το βαπτισμα ιωαννου

26 ουτος τε ηρξατο παρρησιαζεσθαι εν τη συναγωγη ακουσαντες δε αυτου πρισκιλλα και ακυλας προσελαβοντο αυτον και ακριβεστερον αυτω εξεθεντο την οδον του θεου

27 βουλομενου δε αυτου διελθειν εις την αχαιαν προτρεψαμενοι οι αδελφοι εγραψαν τοις μαθηταις αποδεξασθαι αυτον ος παραγενομενος συνεβαλετο πολυ τοις πεπιστευκοσιν δια της χαριτος

28 ευτονως γαρ τοις ιουδαιοις διακατηλεγχετο δημοσια επιδεικνυς δια των γραφων ειναι τον χριστον ιησουν

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes