Add parallel Print Page Options

14 Τότε προσέρχονται αὐτῷ οἱ μαθηταὶ Ἰωάννου λέγοντες· Διὰ τί ἡμεῖς καὶ οἱ Φαρισαῖοι νηστεύομεν [a]πολλά, οἱ δὲ μαθηταί σου οὐ νηστεύουσιν; 15 καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος πενθεῖν ἐφ’ ὅσον μετ’ αὐτῶν ἐστιν ὁ νυμφίος; ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ’ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν. 16 οὐδεὶς δὲ ἐπιβάλλει ἐπίβλημα ῥάκους ἀγνάφου ἐπὶ ἱματίῳ παλαιῷ· αἴρει γὰρ τὸ πλήρωμα αὐτοῦ ἀπὸ τοῦ ἱματίου, καὶ χεῖρον σχίσμα γίνεται. 17 οὐδὲ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή γε, ῥήγνυνται οἱ ἀσκοί, καὶ ὁ οἶνος ἐκχεῖται καὶ οἱ ἀσκοὶ [b]ἀπόλλυνται· ἀλλὰ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς καινούς, καὶ ἀμφότεροι συντηροῦνται.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:14 πολλά Treg RP NA ] WH NIV
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:17 ἀπόλλυνται WH Treg NIV ] ἀπολοῦνται RP

18 Καὶ ἦσαν οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ [a]Φαρισαῖοι νηστεύοντες. καὶ ἔρχονται καὶ λέγουσιν αὐτῷ· Διὰ τί οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ [b]μαθηταὶ τῶν Φαρισαίων νηστεύουσιν, οἱ δὲ σοὶ μαθηταὶ οὐ νηστεύουσιν; 19 καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος ἐν ᾧ ὁ νυμφίος μετ’ αὐτῶν ἐστιν νηστεύειν; ὅσον χρόνον [c]ἔχουσιν τὸν νυμφίον μετ’ αὐτῶν οὐ δύνανται νηστεύειν· 20 ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ’ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν ἐν [d]ἐκείνῃ τῇ ἡμέρᾳ.

21 [e]Οὐδεὶς ἐπίβλημα ῥάκους ἀγνάφου ἐπιράπτει ἐπὶ [f]ἱμάτιον παλαιόν· εἰ δὲ μή, αἴρει τὸ πλήρωμα [g]ἀπ’ αὐτοῦ τὸ καινὸν τοῦ παλαιοῦ, καὶ χεῖρον σχίσμα γίνεται. 22 καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή, [h]ῥήξει ὁ οἶνος τοὺς ἀσκούς, καὶ ὁ οἶνος [i]ἀπόλλυται καὶ οἱ ἀσκοί. ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς [j]καινούς.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:18 Φαρισαῖοι WH Treg NIV ] τῶν Φαρισαίων RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:18 μαθηταὶ WH Treg NIV ] – RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:19 ἔχουσιν τὸν νυμφίον μετ’ αὐτῶν WH Treg NIV ] μεθ᾽ ἑαυτῶν ἔχουσιν τὸν νυμφίον RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:20 ἐκείνῃ τῇ ἡμέρᾳ WH Treg NIV ] ἐκείναις ταῖς ἡμέραις RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:21 Οὐδεὶς WH Treg NIV ] Καὶ οὐδεὶς RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:21 ἱμάτιον παλαιόν WH Treg NIV ] ἱματίῳ παλαιῷ RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:21 ἀπ’ WH NIV ] – Treg RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:22 ῥήξει ὁ οἶνος WH Treg NIV ] ῥήσσει ὁ οἶνος ὁ νέος RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:22 ἀπόλλυται καὶ οἱ ἀσκοί WH Treg NIV ] ἐκχεῖται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 2:22 καινούς WH NIV ] + βλητέον Treg RP

33 Οἱ δὲ εἶπαν πρὸς αὐτόν· [a]Οἱ μαθηταὶ Ἰωάννου νηστεύουσιν πυκνὰ καὶ δεήσεις ποιοῦνται, ὁμοίως καὶ οἱ τῶν Φαρισαίων, οἱ δὲ σοὶ ἐσθίουσιν καὶ πίνουσιν. 34 [b]δὲ εἶπεν πρὸς αὐτούς· Μὴ δύνασθε τοὺς υἱοὺς τοῦ νυμφῶνος ἐν ᾧ ὁ νυμφίος μετ’ αὐτῶν ἐστιν ποιῆσαι [c]νηστεῦσαι; 35 ἐλεύσονται δὲ ἡμέραι, καὶ ὅταν ἀπαρθῇ ἀπ’ αὐτῶν ὁ νυμφίος τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις. 36 ἔλεγεν δὲ καὶ παραβολὴν πρὸς αὐτοὺς ὅτι Οὐδεὶς ἐπίβλημα [d]ἀπὸ ἱματίου καινοῦ [e]σχίσας ἐπιβάλλει ἐπὶ ἱμάτιον παλαιόν· εἰ δὲ μήγε, καὶ τὸ καινὸν [f]σχίσει καὶ τῷ παλαιῷ οὐ [g]συμφωνήσει τὸ ἐπίβλημα τὸ ἀπὸ τοῦ καινοῦ. 37 καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μήγε, ῥήξει ὁ [h]οἶνος ὁ νέος τοὺς ἀσκούς, καὶ αὐτὸς ἐκχυθήσεται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται· 38 ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς [i]βλητέον. 39 [j]καὶ οὐδεὶς πιὼν [k]παλαιὸν θέλει νέον· λέγει γάρ· Ὁ παλαιὸς [l]χρηστός ἐστιν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:33 Οἱ WH NIV ] Διὰ τί οἱ Treg RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:34 δὲ RP ] + Ἰησοῦς WH Treg NIV
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:34 νηστεῦσαι WH Treg NIV ] νηστεύειν RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:36 ἀπὸ WH Treg NIV ] – RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:36 σχίσας WH Treg NIV ] – RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:36 σχίσει WH Treg NIV ] σχίζει RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:36 συμφωνήσει τὸ ἐπίβλημα WH Treg NIV ] συμφωνεῖ RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:37 οἶνος ὁ νέος WH Treg NIV ] νέος οἶνος RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:38 βλητέον WH NIV ] + καὶ ἀμφότεροι συντηροῦνται Treg RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:39 καὶ Treg NIV RP ] – WH
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:39 παλαιὸν WH Treg NIV ] + εὐθέως RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:39 χρηστός WH Treg NA ] χρηστότερός NIV RP