Add parallel Print Page Options

27 Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον συνήγαγον ἐπ’ αὐτὸν ὅλην τὴν σπεῖραν. 28 καὶ ἐκδύσαντες αὐτὸν [a]χλαμύδα κοκκίνην περιέθηκαν αὐτῷ, 29 καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν ἐπὶ [b]τῆς κεφαλῆς αὐτοῦ καὶ κάλαμον [c]ἐν τῇ δεξιᾷ αὐτοῦ, καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ [d]ἐνέπαιξαν αὐτῷ λέγοντες· Χαῖρε, [e]βασιλεῦ τῶν Ἰουδαίων, 30 καὶ ἐμπτύσαντες εἰς αὐτὸν ἔλαβον τὸν κάλαμον καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ. 31 καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:28 χλαμύδα κοκκίνην περιέθηκαν αὐτῷ WH Treg NIV ] περιέθηκαν αὐτῷ χλαμύδα κοκκίνην RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:29 τῆς κεφαλῆς WH Treg NIV ] τὴν κεφαλὴν RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:29 ἐν τῇ δεξιᾷ WH Treg NIV ] ἐπὶ τὴν δεξιὰν RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:29 ἐνέπαιξαν WH NIV ] ἐνέπαιζον Treg RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:29 βασιλεῦ WH Treg NIV ] ὁ βασιλεὺς RP

16 Οἱ δὲ στρατιῶται ἀπήγαγον αὐτὸν ἔσω τῆς αὐλῆς, ὅ ἐστιν πραιτώριον, καὶ συγκαλοῦσιν ὅλην τὴν σπεῖραν. 17 καὶ [a]ἐνδιδύσκουσιν αὐτὸν πορφύραν καὶ περιτιθέασιν αὐτῷ πλέξαντες ἀκάνθινον στέφανον· 18 καὶ ἤρξαντο ἀσπάζεσθαι αὐτόν· Χαῖρε, [b]βασιλεῦ τῶν Ἰουδαίων· 19 καὶ ἔτυπτον αὐτοῦ τὴν κεφαλὴν καλάμῳ καὶ ἐνέπτυον αὐτῷ, καὶ τιθέντες τὰ γόνατα προσεκύνουν αὐτῷ. 20 καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν πορφύραν καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια [c]τὰ ἴδια. καὶ ἐξάγουσιν αὐτὸν ἵνα [d]σταυρώσωσιν αὐτόν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:17 ἐνδιδύσκουσιν WH Treg NIV ] ἐνδύουσιν RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:18 βασιλεῦ WH Treg NIV ] ὁ βασιλεὺς RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:20 τὰ ἴδια Treg RP ] αὐτοῦ WH NIV
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:20 σταυρώσωσιν WH NIV RP ] σταυρώσουσιν Treg

καὶ οἱ στρατιῶται πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν αὐτοῦ τῇ κεφαλῇ, καὶ ἱμάτιον πορφυροῦν περιέβαλον αὐτόν, καὶ [a]ἤρχοντο πρὸς αὐτὸν καὶ ἔλεγον· Χαῖρε, ὁ βασιλεὺς τῶν Ἰουδαίων· καὶ ἐδίδοσαν αὐτῷ ῥαπίσματα.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:3 ἤρχοντο πρὸς αὐτὸν καὶ WH Treg NIV ] – RP