Add parallel Print Page Options

13 γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν [a]ὥραν.

14 Ὥσπερ γὰρ ἄνθρωπος ἀποδημῶν ἐκάλεσεν τοὺς ἰδίους δούλους καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ, 15 καὶ ᾧ μὲν ἔδωκεν πέντε τάλαντα ᾧ δὲ δύο ᾧ δὲ ἕν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν, καὶ ἀπεδήμησεν. εὐθέως

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:13 ὥραν WH Treg NIV ] + ἐν ᾗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται RP

42 γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ [a]ἡμέρᾳ ὁ κύριος ὑμῶν ἔρχεται.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:42 ἡμέρᾳ WH Treg NIV ] ὥρᾳ RP

33 βλέπετε [a]ἀγρυπνεῖτε, οὐκ οἴδατε γὰρ πότε ὁ καιρός ἐστιν· 34 ὡς ἄνθρωπος ἀπόδημος ἀφεὶς τὴν οἰκίαν αὐτοῦ καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν, [b]ἑκάστῳ τὸ ἔργον αὐτοῦ, καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ. 35 γρηγορεῖτε οὖν, οὐκ οἴδατε γὰρ πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται, [c]ἢ ὀψὲ ἢ [d]μεσονύκτιον ἢ ἀλεκτοροφωνίας ἢ πρωΐ, 36 μὴ ἐλθὼν ἐξαίφνης εὕρῃ ὑμᾶς καθεύδοντας· 37 [e]ὃ δὲ ὑμῖν λέγω πᾶσιν λέγω· γρηγορεῖτε.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:33 ἀγρυπνεῖτε WH NIV ] + καὶ προσεύχεσθε Treg RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:34 ἑκάστῳ WH Treg NIV ] καὶ ἑκάστῳ RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:35 WH Treg NIV ] – RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:35 μεσονύκτιον WH Treg NIV ] μεσονυκτίου RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:37 WH Treg NIV ] Ἃ RP

12 εἶπεν οὖν· Ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι. 13 καλέσας δὲ δέκα δούλους ἑαυτοῦ ἔδωκεν αὐτοῖς δέκα μνᾶς καὶ εἶπεν πρὸς αὐτούς· [a]Πραγματεύσασθε [b]ἐν ᾧ ἔρχομαι.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:13 Πραγματεύσασθε Treg NIV RP ] πραγματεύσασθαι WH
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:13 ἐν ᾧ WH Treg NIV ] ἕως RP

40 καὶ [a]ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:40 ὑμεῖς WH Treg NIV ] + οὖν RP