Add parallel Print Page Options

23 Τότε ὁ Ἰησοῦς ἐλάλησεν τοῖς ὄχλοις καὶ τοῖς μαθηταῖς αὐτοῦ λέγων· Ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι. πάντα οὖν ὅσα [a]ἐὰν εἴπωσιν ὑμῖν [b]ποιήσατε καὶ τηρεῖτε, κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε, λέγουσιν γὰρ καὶ οὐ ποιοῦσιν. δεσμεύουσιν [c]δὲ φορτία [d]βαρέα καὶ ἐπιτιθέασιν ἐπὶ τοὺς ὤμους τῶν ἀνθρώπων, [e]αὐτοὶ δὲ τῷ δακτύλῳ αὐτῶν οὐ θέλουσιν κινῆσαι αὐτά. πάντα δὲ τὰ ἔργα αὐτῶν ποιοῦσιν πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις· πλατύνουσι [f]γὰρ τὰ φυλακτήρια αὐτῶν καὶ μεγαλύνουσι τὰ [g]κράσπεδα, φιλοῦσι [h]δὲ τὴν πρωτοκλισίαν ἐν τοῖς δείπνοις καὶ τὰς πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων· [i]Ῥαββί. ὑμεῖς δὲ μὴ κληθῆτε· Ῥαββί, εἷς γάρ ἐστιν ὑμῶν ὁ [j]διδάσκαλος, πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε· καὶ πατέρα μὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς, εἷς γάρ ἐστιν [k]ὑμῶν ὁ πατὴρ ὁ [l]οὐράνιος· 10 μηδὲ κληθῆτε καθηγηταί, [m]ὅτι καθηγητὴς ὑμῶν ἐστιν εἷς ὁ χριστός· 11 ὁ δὲ μείζων ὑμῶν ἔσται ὑμῶν διάκονος. 12 ὅστις δὲ ὑψώσει ἑαυτὸν ταπεινωθήσεται, καὶ ὅστις ταπεινώσει ἑαυτὸν [n]ὑψωθήσεται.

13 Οὐαὶ [o]δὲ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων· ὑμεῖς γὰρ οὐκ εἰσέρχεσθε, οὐδὲ τοὺς εἰσερχομένους ἀφίετε [p]εἰσελθεῖν. 15 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν ποιῆσαι ἕνα προσήλυτον, καὶ ὅταν γένηται ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν.

16 Οὐαὶ ὑμῖν, ὁδηγοὶ τυφλοὶ οἱ λέγοντες· Ὃς ἂν ὀμόσῃ ἐν τῷ ναῷ, οὐδέν ἐστιν, ὃς δ’ ἂν ὀμόσῃ ἐν τῷ χρυσῷ τοῦ ναοῦ ὀφείλει. 17 μωροὶ καὶ τυφλοί, τίς γὰρ μείζων ἐστίν, ὁ χρυσὸς ἢ ὁ ναὸς ὁ [q]ἁγιάσας τὸν χρυσόν; 18 καί· Ὃς [r]ἂν ὀμόσῃ ἐν τῷ θυσιαστηρίῳ, οὐδέν ἐστιν, ὃς δ’ ἂν ὀμόσῃ ἐν τῷ δώρῳ τῷ ἐπάνω αὐτοῦ ὀφείλει. 19 [s]τυφλοί, τί γὰρ μεῖζον, τὸ δῶρον ἢ τὸ θυσιαστήριον τὸ ἁγιάζον τὸ δῶρον; 20 ὁ οὖν ὀμόσας ἐν τῷ θυσιαστηρίῳ ὀμνύει ἐν αὐτῷ καὶ ἐν πᾶσι τοῖς ἐπάνω αὐτοῦ· 21 καὶ ὁ ὀμόσας ἐν τῷ ναῷ ὀμνύει ἐν αὐτῷ καὶ ἐν τῷ [t]κατοικοῦντι αὐτόν· 22 καὶ ὁ ὀμόσας ἐν τῷ οὐρανῷ ὀμνύει ἐν τῷ θρόνῳ τοῦ θεοῦ καὶ ἐν τῷ καθημένῳ ἐπάνω αὐτοῦ.

23 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον καὶ τὸ κύμινον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν καὶ [u]τὸ ἔλεος καὶ τὴν πίστιν· [v]ταῦτα ἔδει ποιῆσαι κἀκεῖνα μὴ [w]ἀφιέναι. 24 ὁδηγοὶ τυφλοί, [x]οἱ διϋλίζοντες τὸν κώνωπα τὴν δὲ κάμηλον καταπίνοντες.

25 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι καθαρίζετε τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἔσωθεν δὲ γέμουσιν ἐξ ἁρπαγῆς καὶ [y]ἀκρασίας. 26 Φαρισαῖε τυφλέ, καθάρισον πρῶτον τὸ ἐντὸς τοῦ ποτηρίου [z]καὶ τῆς παροψίδος, ἵνα γένηται καὶ τὸ ἐκτὸς [aa]αὐτοῦ καθαρόν.

27 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι [ab]παρομοιάζετε τάφοις κεκονιαμένοις, οἵτινες ἔξωθεν μὲν φαίνονται ὡραῖοι ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας· 28 οὕτως καὶ ὑμεῖς ἔξωθεν μὲν φαίνεσθε τοῖς ἀνθρώποις δίκαιοι, ἔσωθεν δέ [ac]ἐστε μεστοὶ ὑποκρίσεως καὶ ἀνομίας.

29 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν καὶ κοσμεῖτε τὰ μνημεῖα τῶν δικαίων, 30 καὶ λέγετε· Εἰ [ad]ἤμεθα ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν [ae]ἤμεθα [af]αὐτῶν κοινωνοὶ ἐν τῷ αἵματι τῶν προφητῶν· 31 ὥστε μαρτυρεῖτε ἑαυτοῖς ὅτι υἱοί ἐστε τῶν φονευσάντων τοὺς προφήτας. 32 καὶ ὑμεῖς πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν. 33 ὄφεις γεννήματα ἐχιδνῶν, πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς γεέννης; 34 διὰ τοῦτο ἰδοὺ ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς προφήτας καὶ σοφοὺς καὶ γραμματεῖς· [ag]ἐξ αὐτῶν ἀποκτενεῖτε καὶ σταυρώσετε, καὶ ἐξ αὐτῶν μαστιγώσετε ἐν ταῖς συναγωγαῖς ὑμῶν καὶ διώξετε ἀπὸ πόλεως εἰς πόλιν· 35 ὅπως ἔλθῃ ἐφ’ ὑμᾶς πᾶν αἷμα δίκαιον ἐκχυννόμενον ἐπὶ τῆς γῆς ἀπὸ τοῦ αἵματος Ἅβελ τοῦ δικαίου ἕως τοῦ αἵματος Ζαχαρίου υἱοῦ Βαραχίου, ὃν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου. 36 ἀμὴν λέγω ὑμῖν, [ah]ἥξει [ai]ταῦτα πάντα ἐπὶ τὴν γενεὰν ταύτην.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:3 ἐὰν WH NIV RP ] ἂν Treg
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:3 ποιήσατε καὶ τηρεῖτε WH Treg NIV ] τηρεῖν τηρεῖτε καὶ ποιεῖτε RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:4 δὲ WH Treg NIV ] γὰρ RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:4 βαρέα WH NIV ] + καὶ δυσβάστακτα Treg RP NA
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:4 αὐτοὶ δὲ τῷ WH Treg NIV ] τῷ δὲ RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:5 γὰρ WH Treg NIV ] δὲ RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:5 κράσπεδα WH Treg NA ] + τῶν ἱματίων αὐτῶν NIV RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:6 δὲ WH Treg NIV ] τε RP
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:7 Ῥαββί WH Treg NIV ] + Ῥαββί RP
  10. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:8 διδάσκαλος WH Treg NIV ] καθηγητής ὁ χριστός RP
  11. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:9 ὑμῶν ὁ πατὴρ WH Treg NIV ] ὁ πατὴρ ὑμῶν RP
  12. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:9 οὐράνιος WH Treg NIV ] ἐν τοῖς οὐρανοῖς RP
  13. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:10 ὅτι καθηγητὴς ὑμῶν ἐστιν εἷς WH Treg NIV ] εἷς γὰρ ὑμῶν ἐστιν ὁ καθηγητής RP
  14. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:12 ὑψωθήσεται WH Treg NIV ] + 13 Οὐαὶ δέ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι κατεσθίετε τὰς οἰκίας τῶν χηρῶν, καὶ προφάσει μακρὰ προσευχόμενοι· διὰ τοῦτο λήψεσθε περισσότερον κρίμα (and re-number SBL v. 13 as 14) RP
  15. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:13 δὲ WH Treg NIV] RP
  16. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:13 εἰσελθεῖν WH Treg NIV RP ] + 14 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι κατεσθίετε τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσευχόμενοι· διὰ τοῦτο λήψεσθε περισσότερον κρίμα TR
  17. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:17 ἁγιάσας WH Treg NIV ] ἁγιάζων RP
  18. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:18 ἂν WH Treg NIV ] ἐὰν RP
  19. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:19 τυφλοί WH Treg NIV ] Μωροὶ καὶ τυφλοί RP
  20. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:21 κατοικοῦντι WH NIV ] κατοικήσαντι Treg RP
  21. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:23 τὸ ἔλεος WH Treg NIV ] τὸν ἔλεον RP
  22. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:23 ταῦτα NIV RP ] + δὲ WH Treg NA
  23. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:23 ἀφιέναι WH NIV RP ] ἀφεῖναι Treg
  24. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:24 οἱ Treg NIV RP ] WH
  25. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:25 ἀκρασίας WH Treg NIV ] ἀδικίας RP
  26. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:26 καὶ τῆς παροψίδος WH Treg NIV RP ] WHmarg NA
  27. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:26 αὐτοῦ WH Treg NIV ] αὐτῶν RP
  28. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:27 παρομοιάζετε WH NIV RP ] ὁμοιάζετε Treg
  29. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:28 ἐστε μεστοὶ WH Treg NIV ] μεστοί ἐστε RP
  30. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:30 *ἤμεθα WH Treg NIV ] ἦμεν RP
  31. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:30 *ἤμεθα WH Treg NIV ] ἦμεν RP
  32. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:30 αὐτῶν κοινωνοὶ WH Treg NIV ] κοινωνοὶ αὐτῶν RP
  33. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:34 ἐξ WH Treg NIV ] καὶ ἐξ RP
  34. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:36 ἥξει WH Treg NIV ] ὅτι ἥξει RP
  35. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:36 ταῦτα πάντα WH NIV ] πάντα ταῦτα Treg RP

37 [a]αὐτὸς Δαυὶδ λέγει αὐτὸν κύριον, καὶ πόθεν [b]αὐτοῦ ἐστιν υἱός; καὶ ὁ πολὺς ὄχλος ἤκουεν αὐτοῦ ἡδέως.

38 Καὶ [c]ἐν τῇ διδαχῇ αὐτοῦ ἔλεγεν· Βλέπετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων ἐν στολαῖς περιπατεῖν καὶ ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς 39 καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις, 40 οἱ κατεσθίοντες τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσευχόμενοι· οὗτοι λήμψονται περισσότερον κρίμα.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:37 αὐτὸς WH Treg NIV ] + οὖν RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:37 αὐτοῦ ἐστιν υἱός WH Treg NIV ] υἱὸς αὐτοῦ ἐστιν RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 12:38 ἐν … αὐτοῦ ἔλεγεν WH Treg NIV ] ἔλεγεν αὐτοῖς ἐν … αὐτοῦ RP

45 Ἀκούοντος δὲ παντὸς τοῦ λαοῦ εἶπεν τοῖς [a]μαθηταῖς· 46 Προσέχετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων περιπατεῖν ἐν στολαῖς καὶ φιλούντων ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις, 47 οἳ κατεσθίουσιν τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσεύχονται· οὗτοι λήμψονται περισσότερον κρίμα.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:45 μαθηταῖς WH Treg NIV ] + αὐτοῦ RP NA