Add parallel Print Page Options

17 [a]Καὶ ἀναβαίνων ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα παρέλαβεν τοὺς δώδεκα [b]μαθητὰς κατ’ ἰδίαν, [c]καὶ ἐν τῇ ὁδῷ εἶπεν αὐτοῖς· 18 Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ γραμματεῦσιν, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ, 19 καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν εἰς τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυρῶσαι, καὶ τῇ τρίτῃ ἡμέρᾳ [d]ἐγερθήσεται.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:17 Καὶ ἀναβαίνων ὁ Treg NIV RP ] Μέλλων δὲ ἀναβαίνειν WH
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:17 μαθητὰς WH NIV RP ] Treg
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:17 καὶ ἐν τῇ ὁδῷ WH Treg NA ] ἐν τῇ ὁδῷ καὶ RP; καὶ NIV
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:19 ἐγερθήσεται WH Treg NIV ] ἀναστήσεται RP

32 Ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς Ἱεροσόλυμα, καὶ ἦν προάγων αὐτοὺς ὁ Ἰησοῦς, καὶ ἐθαμβοῦντο, [a]οἱ δὲ ἀκολουθοῦντες ἐφοβοῦντο. καὶ παραλαβὼν πάλιν τοὺς δώδεκα ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν 33 ὅτι Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ [b]τοῖς γραμματεῦσιν, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν 34 καὶ ἐμπαίξουσιν αὐτῷ καὶ [c]ἐμπτύσουσιν αὐτῷ καὶ μαστιγώσουσιν αὐτὸν καὶ [d]ἀποκτενοῦσιν, καὶ [e]μετὰ τρεῖς ἡμέρας ἀναστήσεται.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:32 οἱ δὲ WH Treg NIV ] καὶ RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:33 τοῖς WH Treg NIV ] – RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:34 ἐμπτύσουσιν αὐτῷ καὶ μαστιγώσουσιν αὐτὸν WH Treg NIV ] μαστιγώσουσιν αὐτόν καὶ ἐμπτύσουσιν αὐτῷ RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:34 ἀποκτενοῦσιν WH NIV ] + αὐτόν Treg RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 10:34 μετὰ τρεῖς ἡμέρας WH Treg NIV ] τῇ τρίτῃ ἡμέρᾳ RP

31 Παραλαβὼν δὲ τοὺς δώδεκα εἶπεν πρὸς αὐτούς· Ἰδοὺ ἀναβαίνομεν εἰς [a]Ἰερουσαλήμ, καὶ τελεσθήσεται πάντα τὰ γεγραμμένα διὰ τῶν προφητῶν τῷ υἱῷ τοῦ ἀνθρώπου· 32 παραδοθήσεται γὰρ τοῖς ἔθνεσιν καὶ ἐμπαιχθήσεται καὶ ὑβρισθήσεται καὶ ἐμπτυσθήσεται, 33 καὶ μαστιγώσαντες ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστήσεται. 34 καὶ αὐτοὶ οὐδὲν τούτων συνῆκαν, καὶ ἦν τὸ ῥῆμα τοῦτο κεκρυμμένον ἀπ’ αὐτῶν, καὶ οὐκ ἐγίνωσκον τὰ λεγόμενα.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:31 Ἰερουσαλήμ WH Treg NIV ] Ἱεροσόλυμα RP