Add parallel Print Page Options

12 τί ὑμῖν δοκεῖ; ἐὰν γένηταί τινι ἀνθρώπῳ ἑκατὸν πρόβατα καὶ πλανηθῇ ἓν ἐξ αὐτῶν, οὐχὶ [a]ἀφήσει τὰ ἐνενήκοντα ἐννέα ἐπὶ τὰ ὄρη [b]καὶ πορευθεὶς ζητεῖ τὸ πλανώμενον; 13 καὶ ἐὰν γένηται εὑρεῖν αὐτό, ἀμὴν λέγω ὑμῖν ὅτι χαίρει ἐπ’ αὐτῷ μᾶλλον ἢ ἐπὶ τοῖς ἐνενήκοντα ἐννέα τοῖς μὴ πεπλανημένοις. 14 οὕτως οὐκ ἔστιν θέλημα [c]ἔμπροσθεν τοῦ πατρὸς [d]ὑμῶν τοῦ ἐν οὐρανοῖς ἵνα ἀπόληται [e]ἓν τῶν μικρῶν τούτων.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:12 ἀφήσει WH Treg NIV ] ἀφεὶς RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:12 καὶ WH Treg NIV ] RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:14 ἔμπροσθεν WH Treg RP NA ] NIV
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:14 ὑμῶν NIV RP ] μου WH Treg
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:14 ἓν WH Treg NIV ] εἷς RP

15 Ἦσαν δὲ [a]αὐτῷ ἐγγίζοντες πάντες οἱ τελῶναι καὶ οἱ ἁμαρτωλοὶ ἀκούειν αὐτοῦ. καὶ διεγόγγυζον οἵ [b]τε Φαρισαῖοι καὶ οἱ γραμματεῖς λέγοντες ὅτι Οὗτος ἁμαρτωλοὺς προσδέχεται καὶ συνεσθίει αὐτοῖς. εἶπεν δὲ πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην λέγων· Τίς ἄνθρωπος ἐξ ὑμῶν ἔχων ἑκατὸν πρόβατα καὶ [c]ἀπολέσας [d]ἐξ αὐτῶν ἓν οὐ καταλείπει τὰ ἐνενήκοντα ἐννέα ἐν τῇ ἐρήμῳ καὶ πορεύεται ἐπὶ τὸ ἀπολωλὸς ἕως εὕρῃ αὐτό; καὶ εὑρὼν ἐπιτίθησιν ἐπὶ τοὺς ὤμους [e]αὐτοῦ χαίρων, καὶ ἐλθὼν εἰς τὸν οἶκον συγκαλεῖ τοὺς φίλους καὶ τοὺς γείτονας, λέγων αὐτοῖς· Συγχάρητέ μοι ὅτι εὗρον τὸ πρόβατόν μου τὸ ἀπολωλός. λέγω ὑμῖν ὅτι οὕτως χαρὰ [f]ἐν τῷ οὐρανῷ ἔσται ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι ἢ ἐπὶ ἐνενήκοντα ἐννέα δικαίοις οἵτινες οὐ χρείαν ἔχουσιν μετανοίας.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:1 αὐτῷ ἐγγίζοντες WH Treg NIV ] ἐγγίζοντες αὐτῷ RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:2 τε WH Treg NIV ] – RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:4 ἀπολέσας WH NIV RP ] ἀπολέσῃ Treg
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:4 ἐξ αὐτῶν ἓν WH Treg NIV ] ἓν ἐξ αὐτῶν RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:5 αὐτοῦ WH Treg NIV ] ἑαυτοῦ RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:7 ἐν τῷ οὐρανῷ ἔσται WH NIV ] ἔσται ἐν τῷ οὐρανῷ Treg RP