ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:22-23
SBL Greek New Testament
22 [a]Συστρεφομένων δὲ αὐτῶν ἐν τῇ Γαλιλαίᾳ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων, 23 καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται. καὶ ἐλυπήθησαν σφόδρα.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:22 Συστρεφομένων WH Treg NIV ] Ἀναστρεφομένων RP
ΚΑΤΑ ΜΑΡΚΟΝ 9:30-32
SBL Greek New Testament
30 Κἀκεῖθεν ἐξελθόντες [a]παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνοῖ· 31 ἐδίδασκεν γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι Ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς [b]μετὰ τρεῖς ἡμέρας ἀναστήσεται. 32 οἱ δὲ ἠγνόουν τὸ ῥῆμα, καὶ ἐφοβοῦντο αὐτὸν ἐπερωτῆσαι.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΡΚΟΝ 9:30 παρεπορεύοντο NIV RP ] ἐπορεύοντο WH Treg
- ΚΑΤΑ ΜΑΡΚΟΝ 9:31 μετὰ τρεῖς ἡμέρας WH Treg NIV ] τῇ τρίτῃ ἡμέρᾳ RP
ΚΑΤΑ ΛΟΥΚΑΝ 9:43-45
SBL Greek New Testament
43 ἐξεπλήσσοντο δὲ πάντες ἐπὶ τῇ μεγαλειότητι τοῦ θεοῦ.
Πάντων δὲ θαυμαζόντων ἐπὶ πᾶσιν οἷς [a]ἐποίει εἶπεν πρὸς τοὺς μαθητὰς αὐτοῦ· 44 Θέσθε ὑμεῖς εἰς τὰ ὦτα ὑμῶν τοὺς λόγους τούτους, ὁ γὰρ υἱὸς τοῦ ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων. 45 οἱ δὲ ἠγνόουν τὸ ῥῆμα τοῦτο, καὶ ἦν παρακεκαλυμμένον ἀπ’ αὐτῶν ἵνα μὴ αἴσθωνται αὐτό, καὶ ἐφοβοῦντο ἐρωτῆσαι αὐτὸν περὶ τοῦ ῥήματος τούτου.
Read full chapterFootnotes
- ΚΑΤΑ ΛΟΥΚΑΝ 9:43 ἐποίει WH Treg NIV ] ἐποίησεν ὁ Ἰησοῦς RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software