Add parallel Print Page Options

19 Τότε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ κατ’ ἰδίαν εἶπον· Διὰ τί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; 20 ὁ δὲ [a]λέγει αὐτοῖς· Διὰ τὴν [b]ὀλιγοπιστίαν ὑμῶν· ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ· [c]Μετάβα ἔνθεν ἐκεῖ, καὶ μεταβήσεται, καὶ οὐδὲν ἀδυνατήσει [d]ὑμῖν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:20 λέγει WH Treg NIV ] Ἰησοῦς εἶπεν RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:20 ὀλιγοπιστίαν WH Treg NIV ] ἀπιστίαν RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:20 Μετάβα ἔνθεν WH Treg NIV ] Μετάβηθι ἔντεῦθεν RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:20 ὑμῖν WH NIV ] + 21 Τοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Treg RP

28 καὶ [a]εἰσελθόντος αὐτοῦ εἰς οἶκον οἱ μαθηταὶ αὐτοῦ [b]κατ’ ἰδίαν ἐπηρώτων αὐτόν· Ὅτι ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; 29 καὶ εἶπεν αὐτοῖς· Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν [c]προσευχῇ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:28 εἰσελθόντος αὐτοῦ WH Treg NIV ] εἰσελθόντα αὐτὸν RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:28 κατ’ ἰδίαν ἐπηρώτων αὐτόν WH Treg NIV ] ἐπηρώτων αὐτὸν κατ’ ἰδίαν RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:29 προσευχῇ WH NIV ] + καὶ νηστείᾳ Treg RP

Καὶ εἶπαν οἱ ἀπόστολοι τῷ κυρίῳ· Πρόσθες ἡμῖν πίστιν. εἶπεν δὲ ὁ κύριος· Εἰ ἔχετε πίστιν ὡς κόκκον σινάπεως, ἐλέγετε ἂν τῇ συκαμίνῳ ταύτῃ· Ἐκριζώθητι καὶ φυτεύθητι ἐν τῇ θαλάσσῃ· καὶ ὑπήκουσεν ἂν ὑμῖν.

Read full chapter