Add parallel Print Page Options

31 Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων· Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔσπειρεν ἐν τῷ ἀγρῷ αὐτοῦ· 32 ὃ μικρότερον μέν ἐστιν πάντων τῶν σπερμάτων, ὅταν δὲ αὐξηθῇ μεῖζον τῶν λαχάνων ἐστὶν καὶ γίνεται δένδρον, ὥστε ἐλθεῖν τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ κατασκηνοῦν ἐν τοῖς κλάδοις αὐτοῦ.

Read full chapter

30 Καὶ ἔλεγεν· [a]Πῶς ὁμοιώσωμεν τὴν βασιλείαν τοῦ θεοῦ, ἢ ἐν [b]τίνι [c]αὐτὴν παραβολῇ θῶμεν; 31 ὡς [d]κόκκῳ σινάπεως, ὃς ὅταν σπαρῇ ἐπὶ τῆς γῆς, [e]μικρότερον ὂν πάντων τῶν [f]σπερμάτων τῶν ἐπὶ τῆς γῆς— 32 καὶ ὅταν σπαρῇ, ἀναβαίνει καὶ γίνεται [g]μεῖζον πάντων τῶν λαχάνων καὶ ποιεῖ κλάδους μεγάλους, ὥστε δύνασθαι ὑπὸ τὴν σκιὰν αὐτοῦ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:30 Πῶς WH Treg NIV ] Τίνι RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:30 τίνι WH Treg NIV ] ποίᾳ RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:30 αὐτὴν παραβολῇ θῶμεν WH Treg NIV ] παραβολῇ παραβάλωμεν αὐτήν RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:31 κόκκῳ WH NIV ] κόκκον Treg RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:31 μικρότερον ὂν WH Treg NIV ] μικρότερος RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:31 σπερμάτων WH Treg NIV ] + ἐστὶν RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:32 μεῖζον πάντων τῶν λαχάνων WH NIV ] μείζων πάντων τῶν λαχάνων Treg; πάντων τῶν λαχάνων μείζων RP

18 Ἔλεγεν [a]οὖν· Τίνι ὁμοία ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ, καὶ τίνι ὁμοιώσω αὐτήν; 19 ὁμοία ἐστὶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔβαλεν εἰς κῆπον ἑαυτοῦ, καὶ ηὔξησεν καὶ ἐγένετο εἰς [b]δένδρον, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατεσκήνωσεν ἐν τοῖς κλάδοις αὐτοῦ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:18 οὖν WH Treg NIV ] δέ RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:19 δένδρον WH NIV ] + μέγα Treg RP