Add parallel Print Page Options

12 Μετὰ δὲ ταῦτα δυσὶν ἐξ αὐτῶν περιπατοῦσιν ἐφανερώθη ἐν ἑτέρᾳ μορφῇ πορευομένοις εἰς ἀγρόν· 13 κἀκεῖνοι ἀπελθόντες ἀπήγγειλαν τοῖς λοιποῖς· οὐδὲ ἐκείνοις ἐπίστευσαν.

Read full chapter

13 Καὶ ἰδοὺ δύο ἐξ αὐτῶν [a]ἐν αὐτῇ τῇ ἡμέρᾳ ἦσαν πορευόμενοι εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἰερουσαλήμ, ᾗ ὄνομα Ἐμμαοῦς, 14 καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων. 15 καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν καὶ [b]αὐτὸς Ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς, 16 οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν. 17 εἶπεν δὲ πρὸς αὐτούς· Τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες; καὶ [c]ἐστάθησαν σκυθρωποί. 18 ἀποκριθεὶς δὲ [d]εἷς ὀνόματι Κλεοπᾶς εἶπεν πρὸς αὐτόν· Σὺ μόνος παροικεῖς Ἰερουσαλὴμ καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις; 19 καὶ εἶπεν αὐτοῖς· Ποῖα; οἱ δὲ εἶπαν αὐτῷ· Τὰ περὶ Ἰησοῦ τοῦ [e]Ναζαρηνοῦ, ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ θεοῦ καὶ παντὸς τοῦ λαοῦ, 20 ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρίμα θανάτου καὶ ἐσταύρωσαν αὐτόν. 21 ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ· ἀλλά γε [f]καὶ σὺν πᾶσιν τούτοις τρίτην ταύτην ἡμέραν [g]ἄγει ἀφ’ οὗ ταῦτα ἐγένετο. 22 ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς, γενόμεναι [h]ὀρθριναὶ ἐπὶ τὸ μνημεῖον 23 καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ ἦλθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι, οἳ λέγουσιν αὐτὸν ζῆν. 24 καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὗρον οὕτως καθὼς [i]καὶ αἱ γυναῖκες εἶπον, αὐτὸν δὲ οὐκ εἶδον. 25 καὶ αὐτὸς εἶπεν πρὸς αὐτούς· Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται· 26 οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν χριστὸν καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ; 27 καὶ ἀρξάμενος ἀπὸ Μωϋσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν [j]διερμήνευσεν αὐτοῖς ἐν πάσαις ταῖς γραφαῖς τὰ περὶ [k]ἑαυτοῦ.

28 Καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο, καὶ αὐτὸς [l]προσεποιήσατο [m]πορρώτερον πορεύεσθαι. 29 καὶ παρεβιάσαντο αὐτὸν λέγοντες· Μεῖνον μεθ’ ἡμῶν, ὅτι πρὸς ἑσπέραν ἐστὶν καὶ κέκλικεν [n]ἤδη ἡ ἡμέρα. καὶ εἰσῆλθεν τοῦ μεῖναι σὺν αὐτοῖς. 30 καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ’ αὐτῶν λαβὼν τὸν ἄρτον εὐλόγησεν καὶ κλάσας ἐπεδίδου αὐτοῖς· 31 αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοὶ καὶ ἐπέγνωσαν αὐτόν· καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ’ αὐτῶν. 32 καὶ εἶπαν πρὸς ἀλλήλους· Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν [o]ἐν ἡμῖν ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ, [p]ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς; 33 καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ ὑπέστρεψαν εἰς Ἰερουσαλήμ, καὶ εὗρον [q]ἠθροισμένους τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς, 34 λέγοντας ὅτι [r]ὄντως ἠγέρθη ὁ κύριος καὶ ὤφθη Σίμωνι. 35 καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:13 ἐν αὐτῇ τῇ ἡμέρᾳ ἦσαν πορευόμενοι WH NIV ] ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ Treg RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:15 αὐτὸς WH Treg NIV ] + ὁ RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:17 ἐστάθησαν WH Treg NIV ] ἐστε RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:18 εἷς ὀνόματι WH Treg NA ] εἷς ἐξ αὐτῶν ὀνόματι NIV; ὁ εἷς ᾧ ὄνομα RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:19 Ναζαρηνοῦ WH Treg NIV ] Ναζωραίου RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:21 καὶ WH Treg NIV ] – RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:21 ἄγει WH NIV ] + σήμερον Treg RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:22 ὀρθριναὶ WH Treg NIV ] ὄρθριαι RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:24 καὶ NIV RP ] – WH Treg
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:27 διερμήνευσεν WH Treg NIV ] διηρμήνευεν RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:27 ἑαυτοῦ WH NIV RP ] αὐτοῦ Treg
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:28 προσεποιήσατο WH Treg NIV ] προσεποιεῖτο RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:28 πορρώτερον WH Treg NIV ] πορρωτέρω RP
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:29 ἤδη WH Treg NIV ] – RP
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:32 ἐν ἡμῖν Treg NIV RP ] – WH
  16. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:32 ὡς WH Treg NIV ] καὶ ὡς RP
  17. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:33 ἠθροισμένους WH Treg NIV ] συνηθροισμένους RP
  18. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:34 ὄντως ἠγέρθη ὁ κύριος WH Treg NIV ] Ἠγέρθη ὁ κύριος ὄντως RP