ΚΑΤΑ ΜΑΡΚΟΝ 12:41-44
SBL Greek New Testament
41 Καὶ [a]καθίσας [b]κατέναντι τοῦ γαζοφυλακίου ἐθεώρει πῶς ὁ ὄχλος βάλλει χαλκὸν εἰς τὸ γαζοφυλάκιον· καὶ πολλοὶ πλούσιοι ἔβαλλον πολλά· 42 καὶ ἐλθοῦσα μία χήρα πτωχὴ ἔβαλεν λεπτὰ δύο, ὅ ἐστιν κοδράντης. 43 καὶ προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ [c]εἶπεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν ὅτι ἡ χήρα αὕτη ἡ πτωχὴ πλεῖον πάντων [d]ἔβαλεν τῶν βαλλόντων εἰς τὸ γαζοφυλάκιον· 44 πάντες γὰρ ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον, αὕτη δὲ ἐκ τῆς ὑστερήσεως αὐτῆς πάντα ὅσα εἶχεν ἔβαλεν, ὅλον τὸν βίον αὐτῆς.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΡΚΟΝ 12:41 καθίσας WH Treg NIV ] + ὁ Ἰησοῦς RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 12:41 κατέναντι WH NIV RP ] ἀπέναντι Treg
- ΚΑΤΑ ΜΑΡΚΟΝ 12:43 εἶπεν WH Treg NIV ] λέγει RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 12:43 ἔβαλεν WH Treg NIV ] βέβληκεν RP
ΚΑΤΑ ΛΟΥΚΑΝ 21:1-4
SBL Greek New Testament
21 Ἀναβλέψας δὲ εἶδεν τοὺς βάλλοντας [a]εἰς τὸ γαζοφυλάκιον τὰ δῶρα αὐτῶν πλουσίους. 2 εἶδεν δέ [b]τινα χήραν πενιχρὰν βάλλουσαν ἐκεῖ [c]λεπτὰ δύο, 3 καὶ εἶπεν· Ἀληθῶς λέγω ὑμῖν ὅτι ἡ χήρα [d]ἡ πτωχὴ αὕτη πλεῖον πάντων ἔβαλεν· 4 [e]πάντες γὰρ οὗτοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον εἰς τὰ [f]δῶρα, αὕτη δὲ ἐκ τοῦ ὑστερήματος αὐτῆς [g]πάντα τὸν βίον ὃν εἶχεν ἔβαλεν.
Read full chapterFootnotes
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:1 εἰς τὸ γαζοφυλάκιον τὰ δῶρα αὐτῶν WH Treg NIV ] τὰ δῶρα αὐτῶν εἰς τὸ γαζοφυλάκιον RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:2 τινα WH Treg NIV ] + καὶ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:2 λεπτὰ δύο WH Treg NIV ] δύο λεπτά RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:3 ἡ πτωχὴ αὕτη RP ] αὕτη ἡ πτωχὴ WH Treg NIV
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:4 πάντες WH NIV ] ἅπαντες Treg RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:4 δῶρα WH NIV ] + τοῦ θεοῦ Treg RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:4 πάντα WH Treg NIV ] ἅπαντα RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software