Add parallel Print Page Options

36 Ταῦτα δὲ αὐτῶν λαλούντων [a]αὐτὸς ἔστη ἐν μέσῳ [b]αὐτῶν. 37 πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν. 38 καὶ εἶπεν αὐτοῖς· Τί τεταραγμένοι ἐστέ, καὶ διὰ τί διαλογισμοὶ ἀναβαίνουσιν ἐν [c]τῇ καρδίᾳ ὑμῶν; 39 ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου ὅτι [d]ἐγώ εἰμι αὐτός· ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. 40 [e][καὶ τοῦτο εἰπὼν [f]ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας.] 41 ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων εἶπεν αὐτοῖς· Ἔχετέ τι βρώσιμον ἐνθάδε; 42 οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ [g]μέρος· 43 καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:36 αὐτὸς WH Treg NIV ] + ὁ Ἰησοῦς RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:36 αὐτῶν WH ] + καὶ λέγει αὐτοῖς Εἰρήνη ὑμῖν Treg NIV RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:38 τῇ καρδίᾳ WH Treg NIV ] ταῖς καρδίαις RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:39 ἐγώ εἰμι αὐτός WH Treg NIV ] αὐτὸς ἐγώ εἰμι RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:40 καὶ τοῦτο … τοὺς πόδας Treg NIV RP ] [[WH]]
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:40 ἔδειξεν [[WH]] Treg NIV ] ἐπέδειξεν RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:42 μέρος WH NIV ] + καὶ ἀπὸ μελισσίου κηρίου Treg RP

19 Οὔσης οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ [a]μιᾷ σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ [b]μαθηταὶ διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς· Εἰρήνη ὑμῖν. 20 καὶ τοῦτο εἰπὼν [c]ἔδειξεν τὰς χεῖρας καὶ τὴν πλευρὰν [d]αὐτοῖς. ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν κύριον. 21 εἶπεν οὖν αὐτοῖς [e]ὁ Ἰησοῦς πάλιν· Εἰρήνη ὑμῖν· καθὼς ἀπέσταλκέν με ὁ πατήρ, κἀγὼ πέμπω ὑμᾶς. 22 καὶ τοῦτο εἰπὼν ἐνεφύσησεν καὶ λέγει αὐτοῖς· Λάβετε πνεῦμα ἅγιον· 23 ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας [f]ἀφέωνται αὐτοῖς· ἄν τινων κρατῆτε κεκράτηνται.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:19 μιᾷ WH Treg NIV ] + τῶν RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:19 μαθηταὶ WH Treg NIV ] + συνηγμένοι RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:20 ἔδειξεν NIV ] + καὶ WH Treg; + αὐτοῖς RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:20 αὐτοῖς WH Treg NIV ] αὐτοῦ RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:21 ὁ Ἰησοῦς WH NIV RP ] – Treg
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:23 ἀφέωνται WH Treg NIV ] ἀφιένται RP