Add parallel Print Page Options

21 Ἀναβλέψας δὲ εἶδεν τοὺς βάλλοντας [a]εἰς τὸ γαζοφυλάκιον τὰ δῶρα αὐτῶν πλουσίους. εἶδεν δέ [b]τινα χήραν πενιχρὰν βάλλουσαν ἐκεῖ [c]λεπτὰ δύο, καὶ εἶπεν· Ἀληθῶς λέγω ὑμῖν ὅτι ἡ χήρα [d]ἡ πτωχὴ αὕτη πλεῖον πάντων ἔβαλεν· [e]πάντες γὰρ οὗτοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον εἰς τὰ [f]δῶρα, αὕτη δὲ ἐκ τοῦ ὑστερήματος αὐτῆς [g]πάντα τὸν βίον ὃν εἶχεν ἔβαλεν.

Καί τινων λεγόντων περὶ τοῦ ἱεροῦ, ὅτι λίθοις καλοῖς καὶ ἀναθήμασιν κεκόσμηται εἶπεν· Ταῦτα ἃ θεωρεῖτε, ἐλεύσονται ἡμέραι ἐν αἷς οὐκ ἀφεθήσεται λίθος ἐπὶ [h]λίθῳ ὃς οὐ καταλυθήσεται.

Ἐπηρώτησαν δὲ αὐτὸν λέγοντες· Διδάσκαλε, πότε οὖν ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ταῦτα γίνεσθαι; ὁ δὲ εἶπεν· Βλέπετε μὴ πλανηθῆτε· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου [i]λέγοντες· Ἐγώ εἰμι καί· Ὁ καιρὸς ἤγγικεν· [j]μὴ πορευθῆτε ὀπίσω αὐτῶν. ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκαταστασίας, μὴ πτοηθῆτε· δεῖ γὰρ ταῦτα γενέσθαι πρῶτον, ἀλλ’ οὐκ εὐθέως τὸ τέλος. 10 τότε ἔλεγεν αὐτοῖς· Ἐγερθήσεται ἔθνος ἐπ’ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, 11 σεισμοί τε μεγάλοι [k]καὶ κατὰ τόπους [l]λιμοὶ καὶ λοιμοὶ ἔσονται, φόβητρά τε καὶ [m]σημεῖα ἀπ’ οὐρανοῦ μεγάλα ἔσται.

12 Πρὸ δὲ τούτων πάντων ἐπιβαλοῦσιν ἐφ’ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσιν, παραδιδόντες εἰς [n]τὰς συναγωγὰς καὶ φυλακάς, [o]ἀπαγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου· 13 [p]ἀποβήσεται ὑμῖν εἰς μαρτύριον. 14 [q]θέτε οὖν [r]ἐν ταῖς καρδίαις ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι, 15 ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν ᾗ οὐ δυνήσονται [s]ἀντιστῆναι ἢ ἀντειπεῖν [t]ἅπαντες οἱ ἀντικείμενοι ὑμῖν. 16 παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ [u]ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων, καὶ θανατώσουσιν ἐξ ὑμῶν, 17 καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου. 18 καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται. 19 ἐν τῇ ὑπομονῇ ὑμῶν [v]κτήσασθε τὰς ψυχὰς ὑμῶν.

20 Ὅταν δὲ ἴδητε κυκλουμένην ὑπὸ [w]στρατοπέδων Ἰερουσαλήμ, τότε γνῶτε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς. 21 τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη, καὶ οἱ ἐν μέσῳ αὐτῆς ἐκχωρείτωσαν, καὶ οἱ ἐν ταῖς χώραις μὴ εἰσερχέσθωσαν εἰς αὐτήν, 22 ὅτι ἡμέραι ἐκδικήσεως αὗταί εἰσιν τοῦ πλησθῆναι πάντα τὰ γεγραμμένα. 23 [x]οὐαὶ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις· ἔσται γὰρ ἀνάγκη μεγάλη ἐπὶ τῆς γῆς καὶ [y]ὀργὴ τῷ λαῷ τούτῳ, 24 καὶ πεσοῦνται στόματι μαχαίρης καὶ αἰχμαλωτισθήσονται εἰς [z]τὰ ἔθνη πάντα, καὶ Ἰερουσαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν, ἄχρι [aa]οὗ [ab]πληρωθῶσιν καιροὶ ἐθνῶν.

25 Καὶ [ac]ἔσονται σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις, καὶ ἐπὶ τῆς γῆς συνοχὴ ἐθνῶν ἐν ἀπορίᾳ [ad]ἤχους θαλάσσης καὶ σάλου, 26 ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ, αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. 27 καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλῃ μετὰ δυνάμεως καὶ δόξης πολλῆς. 28 ἀρχομένων δὲ τούτων γίνεσθαι ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς ὑμῶν, διότι ἐγγίζει ἡ ἀπολύτρωσις ὑμῶν.

29 Καὶ εἶπεν παραβολὴν αὐτοῖς· Ἴδετε τὴν συκῆν καὶ πάντα τὰ δένδρα· 30 ὅταν προβάλωσιν ἤδη, βλέποντες ἀφ’ ἑαυτῶν γινώσκετε ὅτι ἤδη ἐγγὺς τὸ θέρος ἐστίν· 31 οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἡ βασιλεία τοῦ θεοῦ. 32 ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα γένηται. 33 ὁ οὐρανὸς καὶ ἡ γῆ [ae]παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρελεύσονται.

34 Προσέχετε δὲ ἑαυτοῖς μήποτε βαρηθῶσιν [af]ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς, καὶ [ag]ἐπιστῇ ἐφ’ ὑμᾶς αἰφνίδιος ἡ ἡμέρα ἐκείνη 35 ὡς παγίς· [ah]ἐπεισελεύσεται γὰρ ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τῆς γῆς. 36 ἀγρυπνεῖτε [ai]δὲ ἐν παντὶ καιρῷ δεόμενοι ἵνα [aj]κατισχύσητε ἐκφυγεῖν [ak]ταῦτα πάντα τὰ μέλλοντα γίνεσθαι, καὶ σταθῆναι ἔμπροσθεν τοῦ υἱοῦ τοῦ ἀνθρώπου.

37 Ἦν δὲ τὰς ἡμέρας [al]ἐν τῷ ἱερῷ διδάσκων, τὰς δὲ νύκτας ἐξερχόμενος ηὐλίζετο εἰς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν· 38 καὶ πᾶς ὁ λαὸς ὤρθριζεν πρὸς αὐτὸν ἐν τῷ ἱερῷ ἀκούειν αὐτοῦ.

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:1 εἰς τὸ γαζοφυλάκιον τὰ δῶρα αὐτῶν WH Treg NIV ] τὰ δῶρα αὐτῶν εἰς τὸ γαζοφυλάκιον RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:2 τινα WH Treg NIV ] + καὶ RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:2 λεπτὰ δύο WH Treg NIV ] δύο λεπτά RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:3 ἡ πτωχὴ αὕτη RP ] αὕτη ἡ πτωχὴ WH Treg NIV
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:4 πάντες WH NIV ] ἅπαντες Treg RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:4 δῶρα WH NIV ] + τοῦ θεοῦ Treg RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:4 πάντα WH Treg NIV ] ἅπαντα RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:6 λίθῳ Treg NIV RP ] + ὧδε WH
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:8 λέγοντες WH NIV ] + ὃτι Treg RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:8 μὴ WH Treg NIV ] + οὖν RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:11 καὶ κατὰ τόπους WH Treg NIV ] κατὰ τόπους καὶ RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:11 λιμοὶ καὶ λοιμοὶ NIV RP ] λοιμοὶ καὶ λιμοὶ WH Treg
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:11 σημεῖα ἀπ’ οὐρανοῦ μεγάλα Treg RP ] ἀπ’ οὐρανοῦ σημεῖα μεγάλα WH NIV; σημεῖα μεγάλα ἀπ’ οὐρανοῦ WHmarg
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:12 τὰς WH Treg NIV ] – RP
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:12 ἀπαγομένους WH Treg NIV ] ἀγομένους RP
  16. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:13 ἀποβήσεται WH NIV ] + δὲ Treg RP
  17. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:14 θέτε WH Treg NIV ] Θέσθε RP
  18. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:14 ἐν ταῖς καρδίαις WH Treg NIV ] εἰς τὰς καρδίας RP
  19. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:15 ἀντιστῆναι ἢ ἀντειπεῖν WH Treg NIV ] ἀντειπεῖν οὐδὲ ἀντιστῆναι RP
  20. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:15 ἅπαντες WH Treg NIV ] πάντες RP
  21. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:16 ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων WH Treg NIV ] συγγενῶν καὶ φίλων καὶ ἀδελφῶν RP
  22. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:19 κτήσασθε WH NIV RP ] κτήσεσθε Treg
  23. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:20 στρατοπέδων WH Treg NIV ] + τὴν RP
  24. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:23 οὐαὶ WH Treg NIV ] + δὲ RP
  25. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:23 ὀργὴ WH Treg NIV ] + ἐν RP
  26. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:24 τὰ ἔθνη πάντα WH Treg NIV ] πάντα τὰ ἔθνη RP
  27. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:24 οὗ WH Treg NIV ] – RP
  28. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:24 πληρωθῶσιν Treg NIV RP ] + καὶ ἔσονται WH
  29. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:25 ἔσονται WH Treg NIV ] ἔσται RP
  30. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:25 ἤχους WH Treg NIV ] ἠχούσης RP
  31. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:33 παρελεύσονται WH Treg NIV ] παρέλθωσιν RP
  32. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:34 ὑμῶν αἱ καρδίαι NIV RP ] αἱ καρδίαι ὑμῶν WH Treg
  33. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:34 ἐπιστῇ ἐφ᾽ ὑμᾶς αἰφνίδιος WH Treg NIV ] αἰφνίδιος ἐφ᾽ ὑμᾶς ἐπιστῇ RP
  34. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:35 ἐπεισελεύσεται γὰρ WH Treg NIV ] γὰρ ἐπελεύσεται RP
  35. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:36 δὲ WH Treg NIV ] οὖν RP
  36. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:36 κατισχύσητε WH Treg NIV ] καταξιωθῆτε RP
  37. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:36 ταῦτα WH Treg NIV ] – RP
  38. ΚΑΤΑ ΛΟΥΚΑΝ 21:37 ἐν τῷ ἱερῷ διδάσκων WH NIV RP ] διδάσκων ἐν τῷ ἱερῷ Treg