Add parallel Print Page Options

Καὶ εἶπεν πρὸς αὐτούς· Τίς ἐξ ὑμῶν ἕξει φίλον καὶ πορεύσεται πρὸς αὐτὸν μεσονυκτίου καὶ εἴπῃ αὐτῷ· Φίλε, χρῆσόν μοι τρεῖς ἄρτους, ἐπειδὴ φίλος [a]μου παρεγένετο ἐξ ὁδοῦ πρός με καὶ οὐκ ἔχω ὃ παραθήσω αὐτῷ· κἀκεῖνος ἔσωθεν ἀποκριθεὶς εἴπῃ· Μή μοι κόπους πάρεχε· ἤδη ἡ θύρα κέκλεισται, καὶ τὰ παιδία μου μετ’ ἐμοῦ εἰς τὴν κοίτην εἰσίν· οὐ δύναμαι ἀναστὰς δοῦναί σοι. λέγω ὑμῖν, εἰ καὶ οὐ δώσει αὐτῷ ἀναστὰς διὰ τὸ εἶναι [b]φίλον αὐτοῦ, διά γε τὴν ἀναίδειαν αὐτοῦ ἐγερθεὶς δώσει αὐτῷ [c]ὅσων χρῄζει.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:6 μου WH Treg NIV ] – RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:8 φίλον αὐτοῦ WH Treg NIV ] αὐτοῦ φίλον RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 11:8 ὅσων WH Treg NIV ] ὅσον RP