Add parallel Print Page Options

35 Τῇ ἐπαύριον πάλιν εἱστήκει [a]ὁ Ἰωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο, 36 καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι λέγει· Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ. 37 καὶ ἤκουσαν [b]οἱ δύο μαθηταὶ αὐτοῦ λαλοῦντος καὶ ἠκολούθησαν τῷ Ἰησοῦ. 38 στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας λέγει αὐτοῖς· Τί ζητεῖτε; οἱ δὲ εἶπαν αὐτῷ· Ῥαββί (ὃ λέγεται [c]μεθερμηνευόμενον Διδάσκαλε), ποῦ μένεις; 39 λέγει αὐτοῖς· Ἔρχεσθε καὶ [d]ὄψεσθε. ἦλθαν οὖν καὶ εἶδαν ποῦ μένει, καὶ παρ’ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην· ὥρα ἦν ὡς δεκάτη. 40 ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάννου καὶ ἀκολουθησάντων αὐτῷ· 41 εὑρίσκει οὗτος [e]πρῶτον τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα καὶ λέγει αὐτῷ· Εὑρήκαμεν τὸν Μεσσίαν (ὅ ἐστιν μεθερμηνευόμενον χριστός). 42 [f]ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν. ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς εἶπεν· Σὺ εἶ Σίμων ὁ υἱὸς [g]Ἰωάννου, σὺ κληθήσῃ Κηφᾶς (ὃ ἑρμηνεύεται Πέτρος).

43 Τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν. καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἀκολούθει μοι. 44 ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου. 45 εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· Ὃν ἔγραψεν Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εὑρήκαμεν, [h]Ἰησοῦν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ. 46 καὶ εἶπεν αὐτῷ Ναθαναήλ· Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ [i]ὁ Φίλιππος· Ἔρχου καὶ ἴδε. 47 εἶδεν [j]ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ· Ἴδε ἀληθῶς Ἰσραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστιν. 48 λέγει αὐτῷ Ναθαναήλ· Πόθεν με γινώσκεις; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε. 49 ἀπεκρίθη [k]αὐτῷ Ναθαναήλ· Ῥαββί, σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ, σὺ [l]βασιλεὺς εἶ τοῦ Ἰσραήλ. 50 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Ὅτι εἶπόν σοι [m]ὅτι εἶδόν σε ὑποκάτω τῆς συκῆς πιστεύεις; μείζω τούτων [n]ὄψῃ. 51 καὶ λέγει αὐτῷ· Ἀμὴν ἀμὴν λέγω [o]ὑμῖν, ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:35 NIV RP ] – WH Treg
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:37 οἱ δύο μαθηταὶ αὐτοῦ WH Treg NIV ] αὐτοῦ οἱ δύο μαθηταὶ RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:38 μεθερμηνευόμενον WH Treg NIV ] ἑρμηνευόμενον RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:39 ὄψεσθε. ἦλθαν οὖν WH Treg NIV ] ἴδετε. ἦλθαν RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:41 πρῶτον WH Treg NIV ] πρῶτος RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:42 ἤγαγεν WH Treg NIV ] καὶ ἤγαγεν RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:42 Ἰωάννου WH Treg NIV ] Ἰωνᾶ RP
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:45 Ἰησοῦν WH NIV ] + τὸν Treg RP
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:46 WH Treg NIV ] – RP
  10. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:47 RP NIV ] – WH Treg
  11. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:49 αὐτῷ Ναθαναήλ WH Treg NIV ] Ναθαναήλ καὶ λέγει αὐτῷ RP
  12. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:49 βασιλεὺς εἶ WH Treg NIV ] εἶ ὁ βασιλεὺς RP
  13. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:50 ὅτι WH Treg NIV ] – RP
  14. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:50 ὄψῃ WH Treg NIV ] ὄψει RP
  15. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:51 ὑμῖν WH Treg NIV ] + ἀπ᾽ ἄρτι RP