A A A A A
Bible Book List

ΚΑΤΑ ΛΟΥΚΑΝ 81881 Westcott-Hort New Testament (WHNU)

και εγενετο εν τω καθεξης και αυτος διωδευεν κατα πολιν και κωμην κηρυσσων και ευαγγελιζομενος την βασιλειαν του θεου και οι δωδεκα συν αυτω

και γυναικες τινες αι ησαν τεθεραπευμεναι απο πνευματων πονηρων και ασθενειων μαρια η καλουμενη μαγδαληνη αφ ης δαιμονια επτα εξεληλυθει

και ιωαννα γυνη χουζα επιτροπου ηρωδου και σουσαννα και ετεραι πολλαι αιτινες διηκονουν αυτοις εκ των υπαρχοντων αυταις

συνιοντος δε οχλου πολλου και των κατα πολιν επιπορευομενων προς αυτον ειπεν δια παραβολης

εξηλθεν ο σπειρων του σπειραι τον σπορον αυτου και εν τω σπειρειν αυτον ο μεν επεσεν παρα την οδον και κατεπατηθη και τα πετεινα του ουρανου κατεφαγεν αυτο

και ετερον κατεπεσεν επι την πετραν και φυεν εξηρανθη δια το μη εχειν ικμαδα

και ετερον επεσεν εν μεσω των ακανθων και συμφυεισαι αι ακανθαι απεπνιξαν αυτο

και ετερον επεσεν εις την γην την αγαθην και φυεν εποιησεν καρπον εκατονταπλασιονα ταυτα λεγων εφωνει ο εχων ωτα ακουειν ακουετω

επηρωτων δε αυτον οι μαθηται αυτου τις αυτη ειη η παραβολη

10 ο δε ειπεν υμιν δεδοται γνωναι τα μυστηρια της βασιλειας του θεου τοις δε λοιποις εν παραβολαις ινα βλεποντες μη βλεπωσιν και ακουοντες μη συνιωσιν

11 εστιν δε αυτη η παραβολη ο σπορος εστιν ο λογος του θεου

12 οι δε παρα την οδον εισιν οι ακουσαντες ειτα ερχεται ο διαβολος και αιρει τον λογον απο της καρδιας αυτων ινα μη πιστευσαντες σωθωσιν

13 οι δε επι της πετρας οι οταν ακουσωσιν μετα χαρας δεχονται τον λογον και ουτοι ριζαν ουκ εχουσιν οι προς καιρον πιστευουσιν και εν καιρω πειρασμου αφιστανται

14 το δε εις τας ακανθας πεσον ουτοι εισιν οι ακουσαντες και υπο μεριμνων και πλουτου και ηδονων του βιου πορευομενοι συμπνιγονται και ου τελεσφορουσιν

15 το δε εν τη καλη γη ουτοι εισιν οιτινες εν καρδια καλη και αγαθη ακουσαντες τον λογον κατεχουσιν και καρποφορουσιν εν υπομονη

16 ουδεις δε λυχνον αψας καλυπτει αυτον σκευει η υποκατω κλινης τιθησιν αλλ επι λυχνιας τιθησιν ινα οι εισπορευομενοι βλεπωσιν το φως

17 ου γαρ εστιν κρυπτον ο ου φανερον γενησεται ουδε αποκρυφον ο ου μη γνωσθη και εις φανερον ελθη

18 βλεπετε ουν πως ακουετε ος αν γαρ εχη δοθησεται αυτω και ος αν μη εχη και ο δοκει εχειν αρθησεται απ αυτου

19 παρεγενετο δε προς αυτον η μητηρ και οι αδελφοι αυτου και ουκ ηδυναντο συντυχειν αυτω δια τον οχλον

20 απηγγελη δε αυτω η μητηρ σου και οι αδελφοι σου εστηκασιν εξω ιδειν θελοντες σε

21 ο δε αποκριθεις ειπεν προς αυτους μητηρ μου και αδελφοι μου ουτοι εισιν οι τον λογον του θεου ακουοντες και ποιουντες

22 εγενετο δε εν μια των ημερων και αυτος ενεβη εις πλοιον και οι μαθηται αυτου και ειπεν προς αυτους διελθωμεν εις το περαν της λιμνης και ανηχθησαν

23 πλεοντων δε αυτων αφυπνωσεν και κατεβη λαιλαψ ανεμου εις την λιμνην και συνεπληρουντο και εκινδυνευον

24 προσελθοντες δε διηγειραν αυτον λεγοντες επιστατα επιστατα απολλυμεθα ο δε διεγερθεις επετιμησεν τω ανεμω και τω κλυδωνι του υδατος και επαυσαντο και εγενετο γαληνη

25 ειπεν δε αυτοις που η πιστις υμων φοβηθεντες δε εθαυμασαν λεγοντες προς αλληλους τις αρα ουτος εστιν οτι και τοις ανεμοις επιτασσει και τω υδατι και υπακουουσιν αυτω

26 και κατεπλευσαν εις την χωραν των γερασηνων ητις εστιν αντιπερα της γαλιλαιας

27 εξελθοντι δε αυτω επι την γην υπηντησεν ανηρ τις εκ της πολεως εχων δαιμονια και χρονω ικανω ουκ ενεδυσατο ιματιον και εν οικια ουκ εμενεν αλλ εν τοις μνημασιν

28 ιδων δε τον ιησουν ανακραξας προσεπεσεν αυτω και φωνη μεγαλη ειπεν τι εμοι και σοι ιησου υιε [του θεου] του υψιστου δεομαι σου μη με βασανισης

29 παρηγγελλεν γαρ τω πνευματι τω ακαθαρτω εξελθειν απο του ανθρωπου πολλοις γαρ χρονοις συνηρπακει αυτον και εδεσμευετο αλυσεσιν και πεδαις φυλασσομενος και διαρρησσων τα δεσμα ηλαυνετο απο του δαιμονιου εις τας ερημους

30 επηρωτησεν δε αυτον ο ιησους τι σοι ονομα εστιν ο δε ειπεν λεγιων οτι εισηλθεν δαιμονια πολλα εις αυτον

31 και παρεκαλουν αυτον ινα μη επιταξη αυτοις εις την αβυσσον απελθειν

32 ην δε εκει αγελη χοιρων ικανων βοσκομενη εν τω ορει και παρεκαλεσαν αυτον ινα επιτρεψη αυτοις εις εκεινους εισελθειν και επετρεψεν αυτοις

33 εξελθοντα δε τα δαιμονια απο του ανθρωπου εισηλθον εις τους χοιρους και ωρμησεν η αγελη κατα του κρημνου εις την λιμνην και απεπνιγη

34 ιδοντες δε οι βοσκοντες το γεγονος εφυγον και απηγγειλαν εις την πολιν και εις τους αγρους

35 εξηλθον δε ιδειν το γεγονος και ηλθον προς τον ιησουν και ευρον καθημενον τον ανθρωπον αφ ου τα δαιμονια εξηλθεν ιματισμενον και σωφρονουντα παρα τους ποδας [του] ιησου και εφοβηθησαν

36 απηγγειλαν δε αυτοις οι ιδοντες πως εσωθη ο δαιμονισθεις

37 και ηρωτησεν αυτον απαν το πληθος της περιχωρου των γερασηνων απελθειν απ αυτων οτι φοβω μεγαλω συνειχοντο αυτος δε εμβας εις πλοιον υπεστρεψεν

38 εδειτο δε αυτου ο ανηρ αφ ου εξεληλυθει τα δαιμονια ειναι συν αυτω απελυσεν δε αυτον λεγων

39 υποστρεφε εις τον οικον σου και διηγου οσα σοι εποιησεν ο θεος και απηλθεν καθ ολην την πολιν κηρυσσων οσα εποιησεν αυτω ο ιησους

40 εν δε τω υποστρεφειν τον ιησουν απεδεξατο αυτον ο οχλος ησαν γαρ παντες προσδοκωντες αυτον

41 και ιδου ηλθεν ανηρ ω ονομα ιαιρος και ουτος αρχων της συναγωγης υπηρχεν και πεσων παρα τους ποδας ιησου παρεκαλει αυτον εισελθειν εις τον οικον αυτου

42 οτι θυγατηρ μονογενης ην αυτω ως ετων δωδεκα και αυτη απεθνησκεν εν δε τω υπαγειν αυτον οι οχλοι συνεπνιγον αυτον

43 και γυνη ουσα εν ρυσει αιματος απο ετων δωδεκα ητις ουκ ισχυσεν απ ουδενος θεραπευθηναι

44 προσελθουσα οπισθεν ηψατο του κρασπεδου του ιματιου αυτου και παραχρημα εστη η ρυσις του αιματος αυτης

45 και ειπεν ο ιησους τις ο αψαμενος μου αρνουμενων δε παντων ειπεν ο πετρος επιστατα οι οχλοι συνεχουσιν σε και αποθλιβουσιν

46 ο δε ιησους ειπεν ηψατο μου τις εγω γαρ εγνων δυναμιν εξεληλυθυιαν απ εμου

47 ιδουσα δε η γυνη οτι ουκ ελαθεν τρεμουσα ηλθεν και προσπεσουσα αυτω δι ην αιτιαν ηψατο αυτου απηγγειλεν ενωπιον παντος του λαου και ως ιαθη παραχρημα

48 ο δε ειπεν αυτη θυγατηρ η πιστις σου σεσωκεν σε πορευου εις ειρηνην

49 ετι αυτου λαλουντος ερχεται τις παρα του αρχισυναγωγου λεγων οτι τεθνηκεν η θυγατηρ σου μηκετι σκυλλε τον διδασκαλον

50 ο δε ιησους ακουσας απεκριθη αυτω μη φοβου μονον πιστευσον και σωθησεται

51 ελθων δε εις την οικιαν ουκ αφηκεν εισελθειν τινα συν αυτω ει μη πετρον και ιωαννην και ιακωβον και τον πατερα της παιδος και την μητερα

52 εκλαιον δε παντες και εκοπτοντο αυτην ο δε ειπεν μη κλαιετε ου γαρ απεθανεν αλλα καθευδει

53 και κατεγελων αυτου ειδοτες οτι απεθανεν

54 αυτος δε κρατησας της χειρος αυτης εφωνησεν λεγων η παις εγειρε

55 και επεστρεψεν το πνευμα αυτης και ανεστη παραχρημα και διεταξεν αυτη δοθηναι φαγειν

56 και εξεστησαν οι γονεις αυτης ο δε παρηγγειλεν αυτοις μηδενι ειπειν το γεγονος

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes