A A A A A
Bible Book List

ΚΑΤΑ ΛΟΥΚΑΝ 51881 Westcott-Hort New Testament (WHNU)

εγενετο δε εν τω τον οχλον επικεισθαι αυτω και ακουειν τον λογον του θεου και αυτος ην εστως παρα την λιμνην γεννησαρετ

και ειδεν πλοια δυο εστωτα παρα την λιμνην οι δε αλιεις απ αυτων αποβαντες επλυνον τα δικτυα

εμβας δε εις εν των πλοιων ο ην σιμωνος ηρωτησεν αυτον απο της γης επαναγαγειν ολιγον καθισας δε εκ του πλοιου εδιδασκεν τους οχλους

ως δε επαυσατο λαλων ειπεν προς τον σιμωνα επαναγαγε εις το βαθος και χαλασατε τα δικτυα υμων εις αγραν

και αποκριθεις σιμων ειπεν επιστατα δι ολης νυκτος κοπιασαντες ουδεν ελαβομεν επι δε τω ρηματι σου χαλασω τα δικτυα

και τουτο ποιησαντες συνεκλεισαν πληθος ιχθυων πολυ διερρησσετο δε τα δικτυα αυτων

και κατενευσαν τοις μετοχοις εν τω ετερω πλοιω του ελθοντας συλλαβεσθαι αυτοις και ηλθον και επλησαν αμφοτερα τα πλοια ωστε βυθιζεσθαι αυτα

ιδων δε σιμων πετρος προσεπεσεν τοις γονασιν ιησου λεγων εξελθε απ εμου οτι ανηρ αμαρτωλος ειμι κυριε

θαμβος γαρ περιεσχεν αυτον και παντας τους συν αυτω επι τη αγρα των ιχθυων ων συνελαβον

10 ομοιως δε και ιακωβον και ιωαννην υιους ζεβεδαιου οι ησαν κοινωνοι τω σιμωνι και ειπεν προς τον σιμωνα ιησους μη φοβου απο του νυν ανθρωπους εση ζωγρων

11 και καταγαγοντες τα πλοια επι την γην αφεντες παντα ηκολουθησαν αυτω

12 και εγενετο εν τω ειναι αυτον εν μια των πολεων και ιδου ανηρ πληρης λεπρας ιδων δε τον ιησουν πεσων επι προσωπον εδεηθη αυτου λεγων κυριε εαν θελης δυνασαι με καθαρισαι

13 και εκτεινας την χειρα ηψατο αυτου λεγων θελω καθαρισθητι και ευθεως η λεπρα απηλθεν απ αυτου

14 και αυτος παρηγγειλεν αυτω μηδενι ειπειν αλλα απελθων δειξον σεαυτον τω ιερει και προσενεγκε περι του καθαρισμου σου καθως προσεταξεν μωυσης εις μαρτυριον αυτοις

15 διηρχετο δε μαλλον ο λογος περι αυτου και συνηρχοντο οχλοι πολλοι ακουειν και θεραπευεσθαι απο των ασθενειων αυτων

16 αυτος δε ην υποχωρων εν ταις ερημοις και προσευχομενος

17 και εγενετο εν μια των ημερων και αυτος ην διδασκων και ησαν καθημενοι φαρισαιοι και νομοδιδασκαλοι οι ησαν εληλυθοτες εκ πασης κωμης της γαλιλαιας και ιουδαιας και ιερουσαλημ και δυναμις κυριου ην εις το ιασθαι αυτον

18 και ιδου ανδρες φεροντες επι κλινης ανθρωπον ος ην παραλελυμενος και εζητουν αυτον εισενεγκειν και θειναι [αυτον] ενωπιον αυτου

19 και μη ευροντες ποιας εισενεγκωσιν αυτον δια τον οχλον αναβαντες επι το δωμα δια των κεραμων καθηκαν αυτον συν τω κλινιδιω εις το μεσον εμπροσθεν του ιησου

20 και ιδων την πιστιν αυτων ειπεν ανθρωπε αφεωνται σοι αι αμαρτιαι σου

21 και ηρξαντο διαλογιζεσθαι οι γραμματεις και οι φαρισαιοι λεγοντες τις εστιν ουτος ος λαλει βλασφημιας τις δυναται αμαρτιας αφειναι ει μη μονος ο θεος

22 επιγνους δε ο ιησους τους διαλογισμους αυτων αποκριθεις ειπεν προς αυτους τι διαλογιζεσθε εν ταις καρδιαις υμων

23 τι εστιν ευκοπωτερον ειπειν αφεωνται σοι αι αμαρτιαι σου η ειπειν εγειρε και περιπατει

24 ινα δε ειδητε οτι ο υιος του ανθρωπου εξουσιαν εχει επι της γης αφιεναι αμαρτιας ειπεν τω παραλελυμενω σοι λεγω εγειρε και αρας το κλινιδιον σου πορευου εις τον οικον σου

25 και παραχρημα αναστας ενωπιον αυτων αρας εφ ο κατεκειτο απηλθεν εις τον οικον αυτου δοξαζων τον θεον

26 και εκστασις ελαβεν απαντας και εδοξαζον τον θεον και επλησθησαν φοβου λεγοντες οτι ειδομεν παραδοξα σημερον

27 και μετα ταυτα εξηλθεν και εθεασατο τελωνην ονοματι λευιν καθημενον επι το τελωνιον και ειπεν αυτω ακολουθει μοι

28 και καταλιπων παντα αναστας ηκολουθει αυτω

29 και εποιησεν δοχην μεγαλην λευις αυτω εν τη οικια αυτου και ην οχλος πολυς τελωνων και αλλων οι ησαν μετ αυτων κατακειμενοι

30 και εγογγυζον οι φαρισαιοι και οι γραμματεις αυτων προς τους μαθητας αυτου λεγοντες δια τι μετα των τελωνων και αμαρτωλων εσθιετε και πινετε

31 και αποκριθεις [ο] ιησους ειπεν προς αυτους ου χρειαν εχουσιν οι υγιαινοντες ιατρου αλλα οι κακως εχοντες

32 ουκ εληλυθα καλεσαι δικαιους αλλα αμαρτωλους εις μετανοιαν

33 οι δε ειπαν προς αυτον οι μαθηται ιωαννου νηστευουσιν πυκνα και δεησεις ποιουνται ομοιως και οι των φαρισαιων οι δε σοι εσθιουσιν και πινουσιν

34 ο δε ιησους ειπεν προς αυτους μη δυνασθε τους υιους του νυμφωνος εν ω ο νυμφιος μετ αυτων εστιν ποιησαι νηστευσαι

35 ελευσονται δε ημεραι και οταν απαρθη απ αυτων ο νυμφιος τοτε νηστευσουσιν εν εκειναις ταις ημεραις

36 ελεγεν δε και παραβολην προς αυτους οτι ουδεις επιβλημα απο ιματιου καινου σχισας επιβαλλει επι ιματιον παλαιον ει δε μη γε και το καινον σχισει και τω παλαιω ου συμφωνησει το επιβλημα το απο του καινου

37 και ουδεις βαλλει οινον νεον εις ασκους παλαιους ει δε μη γε ρηξει ο οινος ο νεος τους ασκους και αυτος εκχυθησεται και οι ασκοι απολουνται

38 αλλα οινον νεον εις ασκους καινους βλητεον

39 [ουδεις πιων παλαιον θελει νεον λεγει γαρ ο παλαιος χρηστος εστιν]

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes