A A A A A
Bible Book List

ΚΑΤΑ ΛΟΥΚΑΝ 23SBL Greek New Testament (SBLGNT)

23 Καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν ἤγαγον αὐτὸν ἐπὶ τὸν Πιλᾶτον. ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ λέγοντες· Τοῦτον εὕραμεν διαστρέφοντα τὸ ἔθνος [a]ἡμῶν καὶ κωλύοντα [b]φόρους Καίσαρι διδόναι [c]καὶ λέγοντα [d]αὑτὸν χριστὸν βασιλέα εἶναι. ὁ δὲ Πιλᾶτος [e]ἠρώτησεν αὐτὸν λέγων· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς αὐτῷ ἔφη· Σὺ λέγεις. ὁ δὲ Πιλᾶτος εἶπεν πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους· Οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ. οἱ δὲ ἐπίσχυον λέγοντες ὅτι Ἀνασείει τὸν λαὸν διδάσκων καθ’ ὅλης τῆς Ἰουδαίας, [f]καὶ ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε.

Πιλᾶτος δὲ [g]ἀκούσας ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος Γαλιλαῖός ἐστιν, καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας Ἡρῴδου ἐστὶν ἀνέπεμψεν αὐτὸν πρὸς Ἡρῴδην, ὄντα καὶ αὐτὸν ἐν Ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις. ὁ δὲ Ἡρῴδης ἰδὼν τὸν Ἰησοῦν ἐχάρη λίαν, ἦν γὰρ [h]ἐξ ἱκανῶν χρόνων θέλων ἰδεῖν αὐτὸν διὰ τὸ [i]ἀκούειν περὶ αὐτοῦ, καὶ ἤλπιζέν τι σημεῖον ἰδεῖν ὑπ’ αὐτοῦ γινόμενον. ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς· αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ. 10 εἱστήκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς εὐτόνως κατηγοροῦντες αὐτοῦ. 11 ἐξουθενήσας δὲ αὐτὸν [j]καὶ ὁ Ἡρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ καὶ ἐμπαίξας [k]περιβαλὼν ἐσθῆτα λαμπρὰν ἀνέπεμψεν αὐτὸν τῷ Πιλάτῳ. 12 ἐγένοντο δὲ φίλοι ὅ τε [l]Ἡρῴδης καὶ ὁ Πιλᾶτος ἐν αὐτῇ τῇ ἡμέρᾳ μετ’ ἀλλήλων· προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς [m]αὑτούς.

13 Πιλᾶτος δὲ συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν 14 εἶπεν πρὸς αὐτούς· Προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον ὡς ἀποστρέφοντα τὸν λαόν, καὶ ἰδοὺ ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας [n]οὐθὲν εὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατ’ αὐτοῦ. 15 ἀλλ’ οὐδὲ Ἡρῴδης, [o]ἀνέπεμψεν γὰρ αὐτὸν πρὸς ἡμᾶς· καὶ ἰδοὺ οὐδὲν ἄξιον θανάτου ἐστὶν πεπραγμένον αὐτῷ· 16 παιδεύσας οὖν αὐτὸν [p]ἀπολύσω.

18 [q]Ἀνέκραγον δὲ παμπληθεὶ λέγοντες· Αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν [r]τὸν Βαραββᾶν· 19 ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον [s]βληθεὶς ἐν τῇ φυλακῇ. 20 πάλιν [t]δὲ ὁ Πιλᾶτος [u]προσεφώνησεν, θέλων ἀπολῦσαι τὸν Ἰησοῦν. 21 οἱ δὲ ἐπεφώνουν λέγοντες· [v]Σταύρου σταύρου αὐτόν. 22 ὁ δὲ τρίτον εἶπεν πρὸς αὐτούς· Τί γὰρ κακὸν ἐποίησεν οὗτος; οὐδὲν αἴτιον θανάτου εὗρον ἐν αὐτῷ· παιδεύσας οὖν αὐτὸν ἀπολύσω. 23 οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις αἰτούμενοι αὐτὸν σταυρωθῆναι, καὶ κατίσχυον αἱ φωναὶ [w]αὐτῶν. 24 [x]καὶ Πιλᾶτος ἐπέκρινεν γενέσθαι τὸ αἴτημα αὐτῶν· 25 ἀπέλυσεν δὲ τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον [y]εἰς φυλακὴν ὃν ᾐτοῦντο, τὸν δὲ Ἰησοῦν παρέδωκεν τῷ θελήματι αὐτῶν.

26 Καὶ ὡς ἀπήγαγον αὐτόν, ἐπιλαβόμενοι [z]Σίμωνά τινα Κυρηναῖον ἐρχόμενον ἀπ’ ἀγροῦ ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν φέρειν ὄπισθεν τοῦ Ἰησοῦ. 27 Ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ καὶ γυναικῶν [aa]αἳ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν. 28 στραφεὶς δὲ πρὸς αὐτὰς [ab]ὁ Ἰησοῦς εἶπεν· Θυγατέρες Ἰερουσαλήμ, μὴ κλαίετε ἐπ’ ἐμέ· πλὴν ἐφ’ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν, 29 ὅτι ἰδοὺ ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσιν Μακάριαι αἱ στεῖραι καὶ [ac]αἱ κοιλίαι αἳ οὐκ ἐγέννησαν καὶ μαστοὶ οἳ οὐκ [ad]ἔθρεψαν. 30 τότε ἄρξονται λέγειν τοῖς ὄρεσιν· Πέσετε ἐφ’ ἡμᾶς, καὶ τοῖς βουνοῖς· Καλύψατε ἡμᾶς· 31 ὅτι εἰ ἐν [ae]τῷ ὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν, ἐν τῷ ξηρῷ τί γένηται;

32 Ἤγοντο δὲ καὶ ἕτεροι [af]κακοῦργοι δύο σὺν αὐτῷ ἀναιρεθῆναι. 33 καὶ ὅτε [ag]ἦλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς κακούργους, ὃν μὲν ἐκ δεξιῶν ὃν δὲ ἐξ ἀριστερῶν. 34 [ah]ὁ δὲ Ἰησοῦς ἔλεγεν· Πάτερ, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασιν τί ποιοῦσιν. διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ ἔβαλον [ai]κλήρους. 35 καὶ εἱστήκει ὁ λαὸς θεωρῶν. ἐξεμυκτήριζον δὲ καὶ οἱ [aj]ἄρχοντες λέγοντες· Ἄλλους ἔσωσεν, σωσάτω ἑαυτόν, εἰ οὗτός ἐστιν ὁ χριστὸς [ak]τοῦ θεοῦ, ὁ ἐκλεκτός. 36 [al]ἐνέπαιξαν δὲ αὐτῷ καὶ οἱ στρατιῶται προσερχόμενοι, [am]ὄξος προσφέροντες αὐτῷ 37 καὶ λέγοντες· Εἰ σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων, σῶσον σεαυτόν. 38 ἦν δὲ καὶ [an]ἐπιγραφὴ ἐπ’ [ao]αὐτῷ· Ὁ βασιλεὺς τῶν Ἰουδαίων [ap]οὗτος.

39 Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτόν [aq]λέγων· [ar]Οὐχὶ σὺ εἶ ὁ χριστός; σῶσον σεαυτὸν καὶ ἡμᾶς. 40 ἀποκριθεὶς δὲ ὁ ἕτερος [as]ἐπιτιμῶν αὐτῷ ἔφη· Οὐδὲ φοβῇ σὺ τὸν θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ; 41 καὶ ἡμεῖς μὲν δικαίως, ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν. 42 καὶ [at]ἔλεγεν· Ἰησοῦ, μνήσθητί [au]μου ὅταν ἔλθῃς [av]ἐν τῇ βασιλείᾳ σου. 43 καὶ εἶπεν [aw]αὐτῷ· Ἀμήν [ax]σοι λέγω σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.

44 [ay]Καὶ ἦν [az]ἤδη ὡσεὶ ὥρα ἕκτη καὶ σκότος ἐγένετο ἐφ’ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης 45 [ba]τοῦ ἡλίου ἐκλιπόντος, ἐσχίσθη [bb]δὲ τὸ καταπέτασμα τοῦ ναοῦ μέσον. 46 καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ Ἰησοῦς εἶπεν· Πάτερ, εἰς χεῖράς σου [bc]παρατίθεμαι τὸ πνεῦμά μου. [bd]τοῦτο δὲ εἰπὼν ἐξέπνευσεν. 47 Ἰδὼν δὲ ὁ ἑκατοντάρχης τὸ γενόμενον [be]ἐδόξαζεν τὸν θεὸν λέγων· Ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν. 48 καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην, [bf]θεωρήσαντες τὰ γενόμενα, [bg]τύπτοντες τὰ στήθη ὑπέστρεφον. 49 εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ [bh]αὐτῷ [bi]μακρόθεν, καὶ γυναῖκες αἱ [bj]συνακολουθοῦσαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας, ὁρῶσαι ταῦτα.

50 Καὶ ἰδοὺ ἀνὴρ ὀνόματι Ἰωσὴφ βουλευτὴς ὑπάρχων, [bk]ἀνὴρ ἀγαθὸς καὶ δίκαιος— 51 οὗτος οὐκ ἦν συγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν— ἀπὸ Ἁριμαθαίας πόλεως τῶν Ἰουδαίων, ὃς [bl]προσεδέχετο τὴν βασιλείαν τοῦ θεοῦ, 52 οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ, 53 καὶ [bm]καθελὼν ἐνετύλιξεν αὐτὸ σινδόνι, καὶ ἔθηκεν [bn]αὐτὸν ἐν μνήματι λαξευτῷ οὗ οὐκ ἦν [bo]οὐδεὶς οὔπω κείμενος. 54 καὶ ἡμέρα ἦν [bp]παρασκευῆς, καὶ σάββατον ἐπέφωσκεν. 55 κατακολουθήσασαι δὲ [bq]αἱ γυναῖκες, αἵτινες ἦσαν συνεληλυθυῖαι [br]ἐκ τῆς Γαλιλαίας αὐτῷ, ἐθεάσαντο τὸ μνημεῖον καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ, 56 ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα.

Καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν,

Footnotes:

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:2 ἡμῶν WH Treg NIV ] – RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:2 φόρους Καίσαρι WH Treg NIV ] Καίσαρι φόρους RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:2 καὶ WH Treg NIV ] – RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:2 αὑτὸν WH ] ἑαυτὸν Treg NIV RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:3 ἠρώτησεν WH Treg NIV ] ἐπηρώτησεν RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:5 καὶ WH Treg NIV ] – RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:6 ἀκούσας WH NIV ] + Γαλιλαίαν Treg RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:8 ἐξ ἱκανῶν χρόνων θέλων WH Treg NIV ] θέλων ἐξ ἱκανοῦ RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:8 ἀκούειν WH Treg NIV ] + πολλὰ RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:11 καὶ NIV ] – WH Treg RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:11 περιβαλὼν WH NIV ] αὐτὸν Treg RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:12 Ἡρῴδης καὶ ὁ Πιλᾶτος WH Treg NIV ] Πιλάτος καὶ ὁ Ἡρῴδης RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:12 αὑτούς WH ] αὐτούς Treg NIV; ἑαυτούς RP
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:14 οὐθὲν WH Treg NIV ] οὐδὲν RP
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:15 ἀνέπεμψεν γὰρ αὐτὸν πρὸς ἡμᾶς WH NIV ] ἀνέπεμψα γὰρ ὑμᾶς πρὸς αὐτόν Treg RP
  16. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:16 ἀπολύσω WH Treg NIV ] + 17 Ἀνάγκην δέ εἶχεν ἀπολύειν αὐτοῖς κατὰ ἑορτὴν ἕνα. RP
  17. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:18 Ἀνέκραγον WH Treg NIV ] Ἀνέκραξαν RP
  18. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:18 τὸν WH Treg NIV ] – RP
  19. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:19 βληθεὶς ἐν τῇ φυλακῇ WH Treg NIV ] βεβλημένος εἰς φυλακήν RP
  20. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:20 δὲ WH Treg NIV ] οὖν RP
  21. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:20 προσεφώνησεν Treg RP ] + αὐτοῖς WH NIV
  22. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:21 Σταύρου σταύρου WH Treg NIV ] Σταύρωσον σταύρωσον RP
  23. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:23 αὐτῶν WH NIV ] + καὶ τῶν ἀρχιερέων Treg RP
  24. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:24 καὶ WH Treg NIV ] Ὁ δὲ RP
  25. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:25 εἰς WH Treg NIV ] + τὴν RP
  26. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:26 Σίμωνά τινα Κυρηναῖον ἐρχόμενον WH Treg NIV ] Σίμωνός τινος Κυρηναίου ἐρχομένου RP
  27. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:27 αἳ WH Treg NIV ] + καὶ RP
  28. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:28 NIV RP ] – WH Treg
  29. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:29 αἱ WH Treg NIV ] – RP
  30. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:29 ἔθρεψαν WH Treg NIV ] ἐθήλασαν RP
  31. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:31 τῷ Treg NIV RP ] – WH
  32. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:32 κακοῦργοι δύο WH NIV ] δύο κακοῦργοι Treg RP
  33. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:33 ἦλθον WH Treg NIV ] ἀπῆλθον RP
  34. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:34 ὁ δὲ … ποιοῦσιν Treg NIV RP ] [[WH]]
  35. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:34 κλήρους NIV ] κλῆρον WH Treg RP
  36. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:35 ἄρχοντες WH Treg NIV ] + σὺν αὐτοῖς RP
  37. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:35 τοῦ θεοῦ ὁ WH NIV ] ὁ τοῦ θεοῦ Treg RP
  38. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:36 ἐνέπαιξαν WH NIV ] ἐνέπαιζον Treg RP
  39. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:36 ὄξος WH Treg NIV ] καὶ ὄξος RP
  40. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:38 ἐπιγραφὴ WH NIV ] + ἐπιγεγραμμένη Treg; + γεγραμμένη RP
  41. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:38 αὐτῷ WH Treg NIV ] + γράμμασιν Ἑλληνικοῖς καὶ Ῥωμαϊκοῖς καὶ Ἑβραϊκοῖς Οὗτός ἐστιν RP
  42. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:38 οὗτος WH Treg NIV ] – RP
  43. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:39 λέγων Treg NIV RP ] – WH
  44. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:39 Οὐχὶ WH Treg NIV ] Εἰ RP
  45. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:40 ἐπιτιμῶν αὐτῷ ἔφη WH Treg NIV ] ἐπετίμα αὐτῷ λέγων RP
  46. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:42 ἔλεγεν WH Treg NIV ] + τᾠ RP
  47. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:42 μου WH Treg NIV ] + κύριε RP
  48. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:42 ἐν τῇ βασιλείᾳ Treg RP ] εἰς τὴν βασιλείαν WH NIV
  49. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:43 αὐτῷ WH NIV ] + ὁ Ἰησοῦς Treg RP
  50. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:43 σοι λέγω WH Treg NIV ] λέγω σοι RP
  51. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:44 Καὶ ἦν WH Treg NIV ] Ἦν δὲ RP
  52. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:44 ἤδη WH Treg NIV ] – RP
  53. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:45 τοῦ ἡλίου ἐκλιπόντος WH NIV ] καὶ ἐσκοτίσθη ὁ ἥλιος καὶ Treg RP
  54. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:45 δὲ WH NIV ] – Treg RP
  55. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:46 παρατίθεμαι WH Treg NIV ] παραθήσομαι RP
  56. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:46 τοῦτο δὲ WH Treg NIV ] καὶ ταῦτα RP
  57. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:47 ἐδόξαζεν WH Treg NIV ] ἐδόξασεν RP
  58. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:48 θεωρήσαντες WH Treg NIV ] θεωροῦντες RP
  59. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:48 τύπτοντες WH Treg NIV ] + ἑαυτῶν RP
  60. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:49 αὐτῷ WH Treg NIV ] αὐτοῦ RP
  61. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:49 μακρόθεν Treg RP ] απο μακρόθεν WH NIV
  62. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:49 συνακολουθοῦσαι WH Treg NIV ] συνακολουθήσασαι RP
  63. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:50 ἀνὴρ WH Treg RP ] καὶ ἀνὴρ NIV
  64. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:51 προσεδέχετο WH Treg NIV ] καὶ προσεδέχετο καὶ αὐτὸς RP
  65. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:53 καθελὼν WH Treg NIV ] + αὐτὸ RP
  66. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:53 αὐτὸν WH Treg NA ] αὐτὸ NIV RP
  67. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:53 οὐδεὶς οὔπω WH Treg NIV ] οὐδέπω οὐδεὶς RP
  68. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:54 παρασκευῆς καὶ WH Treg NIV ] Παρασκευή RP
  69. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:55 αἱ WH Treg NIV ] – RP
  70. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:55 ἐκ τῆς Γαλιλαίας αὐτῷ WH NIV ] αὐτῷ ἐκ τῆς Γαλιλαίας Treg RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes