A A A A A
Bible Book List

ΚΑΤΑ ΛΟΥΚΑΝ 221881 Westcott-Hort New Testament (WHNU)

22 ηγγιζεν δε η εορτη των αζυμων η λεγομενη πασχα

και εζητουν οι αρχιερεις και οι γραμματεις το πως ανελωσιν αυτον εφοβουντο γαρ τον λαον

εισηλθεν δε σατανας εις ιουδαν τον καλουμενον ισκαριωτην οντα εκ του αριθμου των δωδεκα

και απελθων συνελαλησεν τοις αρχιερευσιν και στρατηγοις το πως αυτοις παραδω αυτον

και εχαρησαν και συνεθεντο αυτω αργυριον δουναι

και εξωμολογησεν και εζητει ευκαιριαν του παραδουναι αυτον ατερ οχλου αυτοις

ηλθεν δε η ημερα των αζυμων η εδει θυεσθαι το πασχα

και απεστειλεν πετρον και ιωαννην ειπων πορευθεντες ετοιμασατε ημιν το πασχα ινα φαγωμεν

οι δε ειπαν αυτω που θελεις ετοιμασωμεν

10 ο δε ειπεν αυτοις ιδου εισελθοντων υμων εις την πολιν συναντησει υμιν ανθρωπος κεραμιον υδατος βασταζων ακολουθησατε αυτω εις την οικιαν εις ην εισπορευεται

11 και ερειτε τω οικοδεσποτη της οικιας λεγει σοι ο διδασκαλος που εστιν το καταλυμα οπου το πασχα μετα των μαθητων μου φαγω

12 κακεινος υμιν δειξει αναγαιον μεγα εστρωμενον εκει ετοιμασατε

13 απελθοντες δε ευρον καθως ειρηκει αυτοις και ητοιμασαν το πασχα

14 και οτε εγενετο η ωρα ανεπεσεν και οι αποστολοι συν αυτω

15 και ειπεν προς αυτους επιθυμια επεθυμησα τουτο το πασχα φαγειν μεθ υμων προ του με παθειν

16 λεγω γαρ υμιν οτι ου μη φαγω αυτο εως οτου πληρωθη εν τη βασιλεια του θεου

17 και δεξαμενος ποτηριον ευχαριστησας ειπεν λαβετε τουτο και διαμερισατε εις εαυτους

18 λεγω γαρ υμιν ου μη πιω απο του νυν απο του γενηματος της αμπελου εως ου η βασιλεια του θεου ελθη

19 και λαβων αρτον ευχαριστησας εκλασεν και εδωκεν αυτοις λεγων τουτο εστιν το σωμα μου [[το υπερ υμων διδομενον τουτο ποιειτε εις την εμην αναμνησιν

20 και το ποτηριον ωσαυτως μετα το δειπνησαι λεγων τουτο το ποτηριον η καινη διαθηκη εν τω αιματι μου το υπερ υμων εκχυννομενον]]

21 πλην ιδου η χειρ του παραδιδοντος με μετ εμου επι της τραπεζης

22 οτι ο υιος μεν του ανθρωπου κατα το ωρισμενον πορευεται πλην ουαι τω ανθρωπω εκεινω δι ου παραδιδοται

23 και αυτοι ηρξαντο συζητειν προς εαυτους το τις αρα ειη εξ αυτων ο τουτο μελλων πρασσειν

24 εγενετο δε και φιλονεικια εν αυτοις το τις αυτων δοκει ειναι μειζων

25 ο δε ειπεν αυτοις οι βασιλεις των εθνων κυριευουσιν αυτων και οι εξουσιαζοντες αυτων ευεργεται καλουνται

26 υμεις δε ουχ ουτως αλλ ο μειζων εν υμιν γινεσθω ως ο νεωτερος και ο ηγουμενος ως ο διακονων

27 τις γαρ μειζων ο ανακειμενος η ο διακονων ουχι ο ανακειμενος εγω δε εν μεσω υμων ειμι ως ο διακονων

28 υμεις δε εστε οι διαμεμενηκοτες μετ εμου εν τοις πειρασμοις μου

29 καγω διατιθεμαι υμιν καθως διεθετο μοι ο πατηρ μου βασιλειαν

30 ινα εσθητε και πινητε επι της τραπεζης μου εν τη βασιλεια μου και καθησθε επι θρονων τας δωδεκα φυλας κρινοντες του ισραηλ

31 σιμων σιμων ιδου ο σατανας εξητησατο υμας του σινιασαι ως τον σιτον

32 εγω δε εδεηθην περι σου ινα μη εκλιπη η πιστις σου και συ ποτε επιστρεψας στηρισον τους αδελφους σου

33 ο δε ειπεν αυτω κυριε μετα σου ετοιμος ειμι και εις φυλακην και εις θανατον πορευεσθαι

34 ο δε ειπεν λεγω σοι πετρε ου φωνησει σημερον αλεκτωρ εως τρις με απαρνηση ειδεναι

35 και ειπεν αυτοις οτε απεστειλα υμας ατερ βαλλαντιου και πηρας και υποδηματων μη τινος υστερησατε οι δε ειπαν ουθενος

36 ειπεν δε αυτοις αλλα νυν ο εχων βαλλαντιον αρατω ομοιως και πηραν και ο μη εχων πωλησατω το ιματιον αυτου και αγορασατω μαχαιραν

37 λεγω γαρ υμιν οτι τουτο το γεγραμμενον δει τελεσθηναι εν εμοι το και μετα ανομων ελογισθη και γαρ το περι εμου τελος εχει

38 οι δε ειπαν κυριε ιδου μαχαιραι ωδε δυο ο δε ειπεν αυτοις ικανον εστιν

39 και εξελθων επορευθη κατα το εθος εις το ορος των ελαιων ηκολουθησαν δε αυτω [και] οι μαθηται

40 γενομενος δε επι του τοπου ειπεν αυτοις προσευχεσθε μη εισελθειν εις πειρασμον

41 και αυτος απεσπασθη απ αυτων ωσει λιθου βολην και θεις τα γονατα προσηυχετο

42 λεγων πατερ ει βουλει παρενεγκε τουτο το ποτηριον απ εμου πλην μη το θελημα μου αλλα το σον γινεσθω

43 [[ωφθη δε αυτω αγγελος απο του ουρανου ενισχυων αυτον

44 και γενομενος εν αγωνια εκτενεστερον προσηυχετο και εγενετο ο ιδρως αυτου ωσει θρομβοι αιματος καταβαινοντες επι την γην]]

45 και αναστας απο της προσευχης ελθων προς τους μαθητας ευρεν κοιμωμενους αυτους απο της λυπης

46 και ειπεν αυτοις τι καθευδετε ανασταντες προσευχεσθε ινα μη εισελθητε εις πειρασμον

47 ετι αυτου λαλουντος ιδου οχλος και ο λεγομενος ιουδας εις των δωδεκα προηρχετο αυτους και ηγγισεν τω ιησου φιλησαι αυτον

48 ιησους δε ειπεν αυτω ιουδα φιληματι τον υιον του ανθρωπου παραδιδως

49 ιδοντες δε οι περι αυτον το εσομενον ειπαν κυριε ει παταξομεν εν μαχαιρη

50 και επαταξεν εις τις εξ αυτων του αρχιερεως τον δουλον και αφειλεν το ους αυτου το δεξιον

51 αποκριθεις δε [ο] ιησους ειπεν εατε εως τουτου και αψαμενος του ωτιου ιασατο αυτον

52 ειπεν δε ιησους προς τους παραγενομενους επ αυτον αρχιερεις και στρατηγους του ιερου και πρεσβυτερους ως επι ληστην εξηλθατε μετα μαχαιρων και ξυλων

53 καθ ημεραν οντος μου μεθ υμων εν τω ιερω ουκ εξετεινατε τας χειρας επ εμε αλλ αυτη εστιν υμων η ωρα και η εξουσια του σκοτους

54 συλλαβοντες δε αυτον ηγαγον και εισηγαγον εις την οικιαν του αρχιερεως ο δε πετρος ηκολουθει μακροθεν

55 περιαψαντων δε πυρ εν μεσω της αυλης και συγκαθισαντων εκαθητο ο πετρος μεσος αυτων

56 ιδουσα δε αυτον παιδισκη τις καθημενον προς το φως και ατενισασα αυτω ειπεν και ουτος συν αυτω ην

57 ο δε ηρνησατο λεγων ουκ οιδα αυτον γυναι

58 και μετα βραχυ ετερος ιδων αυτον εφη και συ εξ αυτων ει ο δε πετρος εφη ανθρωπε ουκ ειμι

59 και διαστασης ωσει ωρας μιας αλλος τις διισχυριζετο λεγων επ αληθειας και ουτος μετ αυτου ην και γαρ γαλιλαιος εστιν

60 ειπεν δε ο πετρος ανθρωπε ουκ οιδα ο λεγεις και παραχρημα ετι λαλουντος αυτου εφωνησεν αλεκτωρ

61 και στραφεις ο κυριος ενεβλεψεν τω πετρω και υπεμνησθη ο πετρος του ρηματος του κυριου ως ειπεν αυτω οτι πριν αλεκτορα φωνησαι σημερον απαρνηση με τρις

62 [και εξελθων εξω εκλαυσεν πικρως]

63 και οι ανδρες οι συνεχοντες αυτον ενεπαιζον αυτω δεροντες

64 και περικαλυψαντες αυτον επηρωτων λεγοντες προφητευσον τις εστιν ο παισας σε

65 και ετερα πολλα βλασφημουντες ελεγον εις αυτον

66 και ως εγενετο ημερα συνηχθη το πρεσβυτεριον του λαου αρχιερεις τε και γραμματεις και απηγαγον αυτον εις το συνεδριον αυτων λεγοντες

67 ει συ ει ο χριστος ειπον ημιν ειπεν δε αυτοις εαν υμιν ειπω ου μη πιστευσητε

68 εαν δε ερωτησω ου μη αποκριθητε

69 απο του νυν δε εσται ο υιος του ανθρωπου καθημενος εκ δεξιων της δυναμεως του θεου

70 ειπαν δε παντες συ ουν ει ο υιος του θεου ο δε προς αυτους εφη υμεις λεγετε οτι εγω ειμι

71 οι δε ειπαν τι ετι εχομεν μαρτυριας χρειαν αυτοι γαρ ηκουσαμεν απο του στοματος αυτου

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes