A A A A A
Bible Book List

ΚΑΤΑ ΛΟΥΚΑΝ 191881 Westcott-Hort New Testament (WHNU)

19 και εισελθων διηρχετο την ιεριχω

και ιδου ανηρ ονοματι καλουμενος ζακχαιος και αυτος ην αρχιτελωνης και αυτος πλουσιος

και εζητει ιδειν τον ιησουν τις εστιν και ουκ ηδυνατο απο του οχλου οτι τη ηλικια μικρος ην

και προδραμων εις το εμπροσθεν ανεβη επι συκομορεαν ινα ιδη αυτον οτι εκεινης ημελλεν διερχεσθαι

και ως ηλθεν επι τον τοπον αναβλεψας [ο] ιησους ειπεν προς αυτον ζακχαιε σπευσας καταβηθι σημερον γαρ εν τω οικω σου δει με μειναι

και σπευσας κατεβη και υπεδεξατο αυτον χαιρων

και ιδοντες παντες διεγογγυζον λεγοντες οτι παρα αμαρτωλω ανδρι εισηλθεν καταλυσαι

σταθεις δε ζακχαιος ειπεν προς τον κυριον ιδου τα ημισια μου των υπαρχοντων κυριε [τοις] πτωχοις διδωμι και ει τινος τι εσυκοφαντησα αποδιδωμι τετραπλουν

ειπεν δε προς αυτον [ο] ιησους οτι σημερον σωτηρια τω οικω τουτω εγενετο καθοτι και αυτος υιος αβρααμ [εστιν]

10 ηλθεν γαρ ο υιος του ανθρωπου ζητησαι και σωσαι το απολωλος

11 ακουοντων δε αυτων ταυτα προσθεις ειπεν παραβολην δια το εγγυς ειναι ιερουσαλημ αυτον και δοκειν αυτους οτι παραχρημα μελλει η βασιλεια του θεου αναφαινεσθαι

12 ειπεν ουν ανθρωπος τις ευγενης επορευθη εις χωραν μακραν λαβειν εαυτω βασιλειαν και υποστρεψαι

13 καλεσας δε δεκα δουλους εαυτου εδωκεν αυτοις δεκα μνας και ειπεν προς αυτους πραγματευσασθαι εν ω ερχομαι

14 οι δε πολιται αυτου εμισουν αυτον και απεστειλαν πρεσβειαν οπισω αυτου λεγοντες ου θελομεν τουτον βασιλευσαι εφ ημας

15 και εγενετο εν τω επανελθειν αυτον λαβοντα την βασιλειαν και ειπεν φωνηθηναι αυτω τους δουλους τουτους οις δεδωκει το αργυριον ινα γνοι τι διεπραγματευσαντο

16 παρεγενετο δε ο πρωτος λεγων κυριε η μνα σου δεκα προσηργασατο μνας

17 και ειπεν αυτω ευγε αγαθε δουλε οτι εν ελαχιστω πιστος εγενου ισθι εξουσιαν εχων επανω δεκα πολεων

18 και ηλθεν ο δευτερος λεγων η μνα σου κυριε εποιησεν πεντε μνας

19 ειπεν δε και τουτω και συ επανω γινου πεντε πολεων

20 και ο ετερος ηλθεν λεγων κυριε ιδου η μνα σου ην ειχον αποκειμενην εν σουδαριω

21 εφοβουμην γαρ σε οτι ανθρωπος αυστηρος ει αιρεις ο ουκ εθηκας και θεριζεις ο ουκ εσπειρας

22 λεγει αυτω εκ του στοματος σου κρινω σε πονηρε δουλε ηδεις οτι εγω ανθρωπος αυστηρος ειμι αιρων ο ουκ εθηκα και θεριζων ο ουκ εσπειρα

23 και δια τι ουκ εδωκας μου το αργυριον επι τραπεζαν καγω ελθων συν τοκω αν αυτο επραξα

24 και τοις παρεστωσιν ειπεν αρατε απ αυτου την μναν και δοτε τω τας δεκα μνας εχοντι

25 και ειπαν αυτω κυριε εχει δεκα μνας

26 λεγω υμιν οτι παντι τω εχοντι δοθησεται απο δε του μη εχοντος και ο εχει αρθησεται

27 πλην τους εχθρους μου τουτους τους μη θελησαντας με βασιλευσαι επ αυτους αγαγετε ωδε και κατασφαξατε αυτους εμπροσθεν μου

28 και ειπων ταυτα επορευετο εμπροσθεν αναβαινων εις ιεροσολυμα

29 και εγενετο ως ηγγισεν εις βηθφαγη και βηθανια προς το ορος το καλουμενον ελαιων απεστειλεν δυο των μαθητων

30 λεγων υπαγετε εις την κατεναντι κωμην εν η εισπορευομενοι ευρησετε πωλον δεδεμενον εφ ον ουδεις πωποτε ανθρωπων εκαθισεν και λυσαντες αυτον αγαγετε

31 και εαν τις υμας ερωτα δια τι λυετε ουτως ερειτε οτι ο κυριος αυτου χρειαν εχει

32 απελθοντες δε οι απεσταλμενοι ευρον καθως ειπεν αυτοις

33 λυοντων δε αυτων τον πωλον ειπαν οι κυριοι αυτου προς αυτους τι λυετε τον πωλον

34 οι δε ειπαν οτι ο κυριος αυτου χρειαν εχει

35 και ηγαγον αυτον προς τον ιησουν και επιριψαντες αυτων τα ιματια επι τον πωλον επεβιβασαν τον ιησουν

36 πορευομενου δε αυτου υπεστρωννυον τα ιματια εαυτων εν τη οδω

37 εγγιζοντος δε αυτου ηδη προς τη καταβασει του ορους των ελαιων ηρξαντο απαν το πληθος των μαθητων χαιροντες αινειν τον θεον φωνη μεγαλη περι πασων ων ειδον δυναμεων

38 λεγοντες ευλογημενος ο ερχομενος ο βασιλευς εν ονοματι κυριου εν ουρανω ειρηνη και δοξα εν υψιστοις

39 και τινες των φαρισαιων απο του οχλου ειπαν προς αυτον διδασκαλε επιτιμησον τοις μαθηταις σου

40 και αποκριθεις ειπεν λεγω υμιν εαν ουτοι σιωπησουσιν οι λιθοι κραξουσιν

41 και ως ηγγισεν ιδων την πολιν εκλαυσεν επ αυτην

42 λεγων οτι ει εγνως εν τη ημερα ταυτη και συ τα προς ειρηνην νυν δε εκρυβη απο οφθαλμων σου

43 οτι ηξουσιν ημεραι επι σε και παρεμβαλουσιν οι εχθροι σου χαρακα σοι και περικυκλωσουσιν σε και συνεξουσιν σε παντοθεν

44 και εδαφιουσιν σε και τα τεκνα σου εν σοι και ουκ αφησουσιν λιθον επι λιθον εν σοι ανθ ων ουκ εγνως τον καιρον της επισκοπης σου

45 και εισελθων εις το ιερον ηρξατο εκβαλλειν τους πωλουντας

46 λεγων αυτοις γεγραπται και εσται ο οικος μου οικος προσευχης υμεις δε αυτον εποιησατε σπηλαιον ληστων

47 και ην διδασκων το καθ ημεραν εν τω ιερω οι δε αρχιερεις και οι γραμματεις εζητουν αυτον απολεσαι και οι πρωτοι του λαου

48 και ουχ ευρισκον το τι ποιησωσιν ο λαος γαρ απας εξεκρεματο αυτου ακουων

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes